Ἔσδρας Α´  -  I Esdras

Ἔσδρας Α´ - Κεφάλαιο 4

ΚΑΙ ἤρξατο ὁ δεύτερος λαλεῖν, ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως· 2 ὦ ἄνδρες, οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς; 3 ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν. 4 ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσι καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους, 5 φονεύουσι καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσι, τῷ βασιλεῖ κομίζουσι πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσι καὶ τὰ ἄλλα πάντα. 6 καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσι τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσι τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. 7 καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· ἐὰν εἴπῃ ἀφεῖναι, ἀφιοῦσιν· 8 εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν· 9 εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπε φυτεῦσαι, φυτεύουσι. 10 καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσι. πρὸς δὲ τούτοις, αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει, 11 αὐτοὶ δὲ τηροῦσι κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ. 12 ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεύς, ὅτι οὕτως ἐπάκουστός ἐστι; καὶ ἐσίγησεν.

13 ῾Ο δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας —οὗτός ἐστι Ζοροβάβελ— ἤρξατο λαλεῖν· ἄνδρες, 14 οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει; τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες; 15 αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν, ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς· 16 καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται. 17 καὶ αὗται ποιοῦσι τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσι δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι χωρὶς τῶν γυναικῶν εἶναι. 18 ἐὰν δὲ συναγάγωσι χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσι γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, 19 ταῦτα πάντα ἀφέντες, εἰς αὐτὴν ἐκκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσι μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον. 20 ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει, ὃς ἐξέθρεψεν αὐτόν, καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται 21 καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν. 22 καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶ δίδοτε καὶ φέρετε; 23 καὶ λαμβάνει ὁ ἄνθρωπος τὴν ρομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς· 24 καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει, καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει. 25 καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα· 26 καὶ πολλοὶ ἀπενοήθησαν· ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς, 27 καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας. 28 καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ; 29 ἐθεώρουν αὐτὸν καὶ ᾿Απάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ, τὴν παλλακὴν τοῦ βασιλέως, καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως 30 καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζε τὸν βασιλέα τῇ ἀριστερᾷ· 31 καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν. καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπ᾿ αὐτόν, κολακεύει αὐτήν, ὅπως διαλλαγῇ αὐτῷ. 32 ὦ ἄνδρες, πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες, ὅτι οὕτως πράσσουσι; 33 καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας. 34 ἄνδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ. 35 οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. 36 πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστι μετ᾿ αὐτῆς ἄδικον οὐδέν. 37 ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται. 38 ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 39 καὶ οὐκ ἔστι παρ᾿ αὐτὴν λαμβάνειν πρόσωπα, οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς, καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐδὲν ἄδικον. 40 καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. 41 καὶ ἐσιώπησε τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησε, καὶ τότε εἶπον· μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.

42 Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ· αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος, καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ. 43 τότε εἶπε τῷ βασιλεῖ· μνήσθητι τὴν εὐχήν, ἣν ηὔξω, οἰκοδομῆσαι τὴν ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ, ᾗ τὸ βασίλειόν σου παρέλαβες, 44 καὶ πάντα τὰ σκεύη τὰ ληφθέντα ἐξ ῾Ιερουσαλὴμ καὶ ἐκπέμψαι, ἃ ἐχώρισε Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ. 45 καὶ σὺ ηὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ ᾿Ιδουμαῖοι, ὅτε ἠρημώθη ἡ ᾿Ιουδαία ὑπὸ τῶν Χαλδαίων. 46 καὶ νῦν τοῦτό ἐστιν, ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου. 47 τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ᾿ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν ῾Ιερουσαλήμ. 48 καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς ῾Ιερουσαλὴμ καὶ ὅπως οἰκοδομήσωσι μετ᾿ αὐτοῦ τὴν πόλιν. 49 καὶ ἔγραψε πᾶσι τοῖς ᾿Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν ᾿Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ τοπάρχην καὶ σατράπην καὶ οἰκονόμον μὴ ἀπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, 50 καὶ πᾶσαν τὴν χώραν, ἣν κρατοῦσιν, ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα οἱ ᾿Ιδουμαῖοι ἀφίωσι τὰς κώμας, ἃς διακρατοῦσι τῶν ᾿Ιουδαίων, 51 καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ᾿ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι, 52 καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ᾿ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατ᾿ ἐνιαυτόν, 53 καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν, καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. 54 ἔγραψε δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ. 55 καὶ τοῖς Λευίταις ἔγραψε δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας, ἧς ἐπιτελεσθῇ ὁ οἶκος καὶ ῾Ιερουσαλὴμ οἰκοδομηθῆναι, 56 καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. 57 καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη, ἃ ἐχώρισε Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπε Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξε ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς ῾Ιερουσαλήμ.

58 Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον ῾Ιερουσαλὴμ εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· 59 παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης. 60 εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν, καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων. 61 καὶ ἔλαβε τὰς ἐπιστολὰς καὶ ἐξῆλθε καὶ ἦλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσι. 62 καὶ εὐλόγησαν τὸν Θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν 63 ἀναβῆναι καὶ οἰκοδομῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸ ἱερόν, οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ᾿ αὐτῷ. καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.