Σοφία Σειρὰχ  -  Wisdom of Sirach

Σοφία Σειρὰχ - Κεφάλαιο 49

ΜΝΗΜΟΣΥΝΟΝ ᾿Ιωσίου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. 2 αὐτὸς κατηυθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῇρε βδελύγματα ἀνομίας· 3 κατεύθυνε πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν.— 4 Πάρεξ Δαυὶδ καὶ ᾿Εζεκίου καὶ ᾿Ιωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ῾Υψίστου, οἱ βασιλεῖς ᾿Ιούδα ἐξέλιπον· 5 ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ. 6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ ῾Ιερεμίου· 7 ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν. 8 ᾿Ιεζεκιὴλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος Χερουβίμ· 9 καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς. 10 καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσε δὲ τὸν ᾿Ιακὼβ καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.— 11 Πῶς μεγαλύνωμεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός, 12 οὕτως ᾿Ιησοῦς υἱὸς ᾿Ιωσεδέκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. 13 καὶ Νεεμίου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.— 14 Οὐδὲ εἷς ἐκτίσθη οἷος ᾿Ενὼχ τοιοῦτος ἐπὶ τῆς γῆς· καὶ γὰρ αὐτὸς ἀνελήφθη ἀπὸ τῆς γῆς. 15 οὐδὲ ὡς ᾿Ιωσὴφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν. 16 Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει ᾿Αδάμ.