Ἰησοῦς τοῦ Ναυὴ - Joshua

Ἰησοῦς τοῦ Ναυὴ - Κεφάλαιο 15

 ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς ᾿Ιούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ᾿Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα. 2 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα 3 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ᾿Ακραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται ᾿Ασωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης 4 καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. 5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ᾿Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ᾿Ιορδάνου· 6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ρουβήν, 7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ᾿Αχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως ᾿Αδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγήλ, 8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ᾿Ονὸμ ἐπὶ νώτου ᾿Ιεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ, 9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος ᾿Εφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις ᾿Ιαρίμ), 10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ᾿Ασσὰρ ἐπὶ νώτου, Πόλιν ᾿Ιαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα, 11 καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου ᾿Ακκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. 12 ταῦτα τὰ ὅρια υἱῶν ᾿Ιούδα κύκλῳ κατὰ δήμους αὐτῶν. 13 καὶ τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν ᾿Ιούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾿Ιησοῦς τὴν πόλιν ᾿Αρβὸκ μητρόπολιν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρών). 14 καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς ᾿Ιεφονὴ τοὺς τρεῖς υἱοὺς ᾿Ενάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν ᾿Αχιμᾶ. 15 καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. 16 καὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα μου εἰς γυναῖκα· 17 καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα αὐτοῦ γυναῖκα. 18 καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι; 19 καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω. 20 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ιούδα.

21 ᾿Εγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν ᾿Ιούδα ἐφ’ ὁρίων ᾿Εδὼμ ἐπὶ τῆς ἐρήμου, 22 καὶ Βαισελεὴλ καὶ ᾿Αρὰ καὶ ᾿Ασὼρ καὶ ᾿Ικὰμ καὶ Ρεγμὰ καὶ ᾿Αρουὴλ 23 καὶ Κάδης καὶ ᾿Ασοριωναὶν καὶ Μαινὰμ 24 καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν 25 καὶ αἱ πόλεις ᾿Ασερὼν (αὕτη ᾿Ασὼρ) 26 καὶ Σὴν καὶ Σαλμαὰ καὶ Μωλαδᾶ 27 καὶ Σερὶ καὶ Βαιφαλὰδ 28 καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, 29 Βαλὰ καὶ Βακὼκ καὶ ᾿Ασὸμ 30 καὶ ᾿Ελβωϋδὰδ καὶ Βαιθὴλ καὶ ῾Ερμᾶ 31 καὶ Σεκελὰκ καὶ Μαχαρὶμ καὶ Σεθεννὰκ 32 καὶ Λαβὼς καὶ Σαλὴ καὶ ᾿Ερωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν. 33 ἐν τῇ πεδινῇ· ᾿Ασταὼλ καὶ Ράα καὶ ῎Ασσα 34 καὶ Ράμεν καὶ Τανὼ καὶ ᾿Ιλουθὼθ καὶ Μαιανὶ 35 καὶ ῾Ιερμοὺθ καὶ ᾿Οδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ ᾿Αζηκὰ 36 καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν· 37 Σεννὰ καὶ ᾿Αδασὰν καὶ Μαγαδαλγὰδ 38 καὶ Δαλὰλ καὶ Μασφὰ καὶ ᾿Ιαχαρεὴλ καὶ Λαχὶς 39 καὶ Βασηδὼθ καὶ ᾿Ιδεαδαλέα 40 καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς 41 καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν· 42 Λεβνὰ καὶ ᾿Ιθὰκ καὶ ᾿Ανὼχ 43 καὶ ᾿Ιανὰ καὶ Νασὶβ 44 καὶ Κεϊλὰμ καὶ ᾿Ακιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν· 45 ᾿Ακκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· 46 ἀπὸ ᾿Ακκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον ᾿Ασηδώθ, καὶ αἱ κῶμαι αὐτῶν· 47 ᾿Ασιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει. 48 καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ ᾿Ιεθὲρ καὶ Σωχὰ 49 καὶ Ρεννὰ καὶ Πόλις γραμμάτων (αὕτη Δαβὶρ) 50 καὶ ᾿Ανὼν καὶ ᾿Εσκαιμὰν καὶ Αἰσὰμ 51 καὶ Γοσὸμ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 52 Αἰρὲμ καὶ Ρεμνὰ καὶ Σομὰ 53 καὶ ᾿Ιεμαΐν καὶ Βαιθαχοὺ καὶ Φακουὰ 54 καὶ Εὐμὰ καὶ πόλις ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν· 55 Μαὼρ καὶ Χερμὲλ καὶ ᾿Οζὶβ καὶ ᾿Ιτὰν 56 καὶ ᾿Ιαριὴλ καὶ ᾿Αρικὰμ καὶ Ζακαναΐμ 57 καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν· 58 ᾿Αλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν 59 καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ ᾿Εφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 60 Καριαθβαὰλ (αὕτη ἡ πόλις ᾿Ιαρὶμ) καὶ Σωθηβᾶ, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν 61 καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν 62 καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ ᾿Αγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. 63 καὶ ὁ ᾿Ιεβουσαῖος κατῴκει ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ᾿Ιούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ ᾿Ιεβουσαῖοι ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.