Ἀριθμοί  -  Numbers

Ἀριθμοί - Κεφάλαιο 23

23

ΚΑΙ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 2 καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ρῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. 4 καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5 καὶ ἐνέβαλεν ὁ Θεὸς ρῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις. 6 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ’ αὐτῷ, 7 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ’ ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν ᾿Ιακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ᾿Ισραήλ. 8 τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός; 9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 10 τίς ἐξηκριβάσατο τὸ σπέρμα ᾿Ιακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους ᾿Ισραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. 11 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;

13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15 καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν. 16 καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ρῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις. 17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος; 18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ. 19 οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ’ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. 21 οὐκ ἔσται μόχθος ἐν ᾿Ιακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν ᾿Ισραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ· 22 Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. 23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν ᾿Ιακώβ, οὐδὲ μαντεία ἐν ᾿Ισραήλ· κατὰ καιρὸν ρηθήσεται ᾿Ιακὼβ καὶ τῷ ᾿Ισραήλ, τί ἐπιτελέσει ὁ Θεός. 24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. 25 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26 καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ρῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω;

27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 28 καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 30 καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.