Ἀριθμοί  -  Numbers

Ἀριθμοί - Κεφάλαιο 1

1

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων· 2 λάβετε ἀρχὴν πάσης συναγωγῆς ᾿Ισραὴλ κατὰ συγγενείας, κατ’ οἴκους πατριῶν αὐτῶν, κατ’ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν. 3 πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει ᾿Ισραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ ᾿Ααρὼν ἐπισκέψασθε αὐτούς. 4 καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ’ οἴκους πατριῶν ἔσονται. 5 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ’ ὑμῶν· τῶν Ρουβήν, ᾿Ελισοὺρ υἱὸς Σεδιούρ· 6 τῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί· 7 τῶν ᾿Ιούδα, Ναασσὼν υἱὸς ᾿Αμιναδάβ· 8 τῶν ᾿Ισσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ· 9 τῶν Ζαβουλών, ᾿Ελιὰβ υἱὸς Χαιλών· 10 τῶν υἱῶν ᾿Ιωσήφ, τῶν ᾿Εφραίμ, ᾿Ελισαμὰ υἱὸς ᾿Εμιούδ, τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ· 11 τῶν Βενιαμίν, ᾿Αβιδὰν υἱὸς Γαδεωνί· 12 τῶν Δάν, ᾿Αχιέζερ υἱὸς ᾿Αμισαδαΐ· 13 τῶν ᾿Ασήρ, Φαγαϊὴλ υἱὸς ᾿Εχράν· 14 τῶν Γάδ, ᾿Ελισὰφ υἱὸς Ραγουήλ· 15 τῶν Νεφθαλί, ᾿Αχιρὲ υἱὸς Αἰνάν. 16 οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι ᾿Ισραήλ εἰσι. 17 καὶ ἔλαβε Μωυσῆς καὶ ᾿Ααρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος 18 καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν, 19 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά.

20 Καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 21 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβὴν ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 22 τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 23 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. 24 τοῖς υἱοῖς ᾿Ιούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 25 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Ιούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. 26 τοῖς υἱοῖς ᾿Ισσάχαρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 27 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Ισσάχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 28 τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατ’ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 29 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 30 τοῖς υἱοῖς ᾿Ιωσὴφ υἱοῖς ᾿Εφραὶμ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 31 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Εφραὶμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 32 τοῖςυἱοῖς Μανασσῆ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 33 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσῆ δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. 34 τοῖςυἱοῖς Βενιαμὶν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 35 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 36 τοῖςυἱοῖς Γὰδ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 37 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. 38 τοῖςυἱοῖς Δὰν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 39 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 40 τοῖςυἱοῖς ᾿Ασὴρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 41 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Ασὴρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 42 τοῖςυἱοῖς Νεφθαλὶ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 43 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 44 αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ ᾿Ααρὼν καὶ οἱ ἄρχοντες ᾿Ισραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν. 45 καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν ᾿Ισραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ᾿Ισραήλ, 46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.

47 Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. 48 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 49 ὅρα, τὴν φυλὴν Λευὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήψῃ ἐν μέσῳ υἱῶν ᾿Ισραήλ. 50 καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· αὐτοὶ ἀροῦσι τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι. 51 καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνήν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνήν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω. 52 καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ ᾿Ισραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν. 53 οἱ δὲ Λευῖται παρεμβαλλέτωσαν ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς ᾿Ισραήλ· καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. 54 καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ κατὰ πάντα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ᾿Αραρών, οὕτως ἐποίησαν.