Ἀριθμοί  -  Numbers

Ἀριθμοί - Κεφάλαιο 21

21

ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς ᾿Αρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν ᾿Ισραὴλ ὁδὸν ᾿Αθαρείν, καὶ ἐπολέμησε πρὸς ᾿Ισραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 καὶ ηὔξατο ᾿Ισραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ᾿Ισραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾿Ανάθεμα.

4 Καὶ ἀπάραντες ἐξ ῍Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν ᾿Εδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. 6 καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν ᾿Ισραήλ. 7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.

10 Καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν ᾿Ωβώθ. 11 καὶ ἐξάραντες ἐξ ᾿Ωβώθ, καὶ παρενέβαλον ἐν ᾿Αχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ’ ἀνατολὰς ἡλίου. 12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ. 13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ᾿Αρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν ᾿Αμορραίων· ἔστι γὰρ ᾿Αρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου. 14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους ᾿Αρνῶν, 15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι ῎Ηρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ. 16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. 17 τότε ᾖσεν ᾿Ισραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ, 18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς ᾿Ιανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.

20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα ᾿Αμορραίων λόγοις εἰρηνικοῖς λέγων· 21 παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, 22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου. 23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ ᾿Ισραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς ᾿Ιασσὰ καὶ παρετάξατο τῷ ᾿Ισραήλ. 24 καὶ ἐπάταξεν αὐτὸν ᾿Ισραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ ᾿Αρνῶν ἕως ᾿Ιαβόκ, ἕως υἱῶν ᾿Αμμάν· ὅτι ᾿Ιαζὴρ ὅρια υἱῶν ᾿Αμμάν ἐστι. 25 καὶ ἔλαβεν ᾿Ισραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων, ἐν ᾿Εσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 ἔστι γὰρ ᾿Εσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν ᾿Αμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ ᾿Αροὴρ ἕως ᾿Αρνῶν. 27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς ᾿Εσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ ᾿Εσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας ᾿Αρνῶν. 29 οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν ᾿Αμορραίων Σηών· 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, ᾿Εσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.

31 Κατώκησε δὲ ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων. 32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν ᾿Ιαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς ᾿Εδραείν. 34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών. 35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.