Ἀριθμοί  -  Numbers

Ἀριθμοί - Κεφάλαιο 32

32

ΚΑΙ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γάδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσι. 2 καὶ προσελθόντες οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες· 3 ᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Ναμρὰ καὶ ᾿Εσεβών, καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ Βαιάν, 4 τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστί, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει. 5 καὶ ἔλεγον· εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην. 6 καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ρουβήν· οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; 7 καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ᾿Ισραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς; 8 οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν; 9 καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ᾿Ισραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς. 10 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσε λέγων· 11 εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν γῆν ἣν ὤμοσα τῷ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου, 12 πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννὴ ὁ διακεχωρισμένος καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησαν ὀπίσω Κυρίου. 13 καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν ᾿Ισραὴλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου. 14 ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ ᾿Ισραήλ, 15 ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. 16 καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον· ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν, 17 καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. 18 οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραήλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ· 19 καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς. 20 καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· ἐὰν ποιήσητε κατὰ τὸ ρῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον 21 καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ᾿Ιορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ 22 καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι Κυρίου καὶ ἀπὸ ᾿Ισραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου. 23 ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά. 24 καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε. 25 καὶ εἶπαν οἱ υἱοὶ Ρουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες· οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται· 26 ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσι Γαλαάδ, 27 οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ Κύριος λέγει. 28 καὶ συνέστησεν αὐτοῖς Μωυσῆς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν ᾿Ισραήλ, 29 καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ’ ὑμῶν τὸν ᾿Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει· 30 ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναάν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν. 31 καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες· ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσωμεν ἡμεῖς· 32 διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναάν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου. 33 καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ρουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν ᾿Ιωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως ᾿Αμορραίων καὶ τὴν βασιλείαν ῍Ωγ βασιλέως τῆς Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.

34 Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν ᾿Αταρὼθ καὶ τὴν ᾿Αροὴρ 35 καὶ τὴν Σοφὰρ καὶ τὴν ᾿Ιαζὴρ καὶ ὕψωσαν αὐτάς, 36 καὶ τὴν Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων. 37 καὶ οἱ υἱοὶ Ρουβὴν ᾠκοδόμησαν τὴν ᾿Εσεβὼν καὶ ᾿Ελεάλην καὶ Καριαθὰμ 38 καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ τὴν Σεβαμὰ καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. 39 καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσῆ εἰς Γαλαὰδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσε τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. 40 καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ. 41 καὶ ᾿Ιαΐρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ᾿Επαύλεις ᾿Ιαΐρ. 42 καὶ Ναβαὺ ἐπορεύθη καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.