Βασιλειῶν Α´  -  I Kingdoms

Βασιλειῶν Α´ - Κεφάλαιο 23

ΚΑΙ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες· ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω. 2 καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. 3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ ᾿Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; 4 καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. 5 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά.

6 Καὶ ἐγένετο ἐν τῷ φεύγειν ᾿Αβιάθαρ υἱὸν ᾿Αβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. 7 καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ· πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8 καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10 καὶ εἶπε Δαυίδ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ. 11 εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος· ἀποκλεισθήσεται.* 13 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.

14 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ. 15 καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ. 16 καὶ ἀνέστη ᾿Ιωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. 17 καὶ εἶπε πρὸς αὐτόν· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ ᾿Ισραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. 18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ ᾿Ιωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ᾿ ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν; 20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως. 21 καὶ εἶπεν αὐτοῖς Σαούλ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται· 23 καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ᾿ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν ᾿Ιούδα. 24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν. 25 καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν. 26 καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. 27 καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν. 28 καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

——————————————

* 12 Καὶ εἶπε Δαυίδ· εἰ παραδώσουσι παρὰ τῆς Κεϊλὰ ἐμὲ καὶ τοὺς ἄνδρας μου εἰς χεῖρας Σαούλ; καὶ εἶπε Κύριος· παραδώσουσι.