Βασιλειῶν Β´ - II Kingdoms
Βασιλειῶν Β´ - Κεφάλαιο 10
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν
᾿Αμμών, καὶ ἐβασίλευσεν ᾿Αννὼν υἱὸς αὐτοῦ ἀντ
αὐτοῦ. 2 καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ
᾿Αννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ
αὐτοῦ μετ αὐτοῦ ἔλεος· καὶ ἀπέστειλε Δαυὶδ
παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ
τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες
Δαυὶδ εἰς τὴν γῆν υἱῶν ᾿Αμμών. 3 καὶ εἶπον οἱ
ἄρχοντες υἱῶν ᾿Αμμὼν πρὸς ᾿Αννὼν τὸν κύριον
αὐτῶν· μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου
ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας;
ἀλλ οὐχὶ ὅπως ἐρευνήσωσι τὴν πόλιν καὶ
κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν
ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρός σε; 4 καὶ
ἔλαβεν ᾿Αννὼν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησε τοὺς
πώγωνας αὐτῶν καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν
τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν
αὐτούς. 5 καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν
ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι
ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ
βασιλεύς· καθίσατε ἐν ῾Ιεριχὼ ἕως τοῦ ἀνατεῖλαι
τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε. 6 καὶ
εἶδον οἱ υἱοὶ ᾿Αμμών, ὅτι κατῃσχύνθησαν ὁ λαὸς
Δαυίδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ ᾿Αμμὼν καὶ
ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ καὶ τὴν Συρίαν
Σουβά, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα
Μααχά, χιλίους ἄνδρας, καὶ ᾿Ιστώβ, δώδεκα
χιλιάδας ἀνδρῶν. 7 καὶ ἤκουσε Δαυίδ, καὶ
ἀπέστειλε τὸν ᾿Ιωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς
δυνατούς. 8 καὶ ἐξῆλθον οἱ υἱοὶ ᾿Αμμὼν καὶ
παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης
Συρίας Σουβὰ καὶ Ροὼβ καὶ ᾿Ιστὼβ καὶ Μααχὰ μόνοι
ἐν ἀγρῷ. 9 καὶ εἶδεν ᾿Ιωὰβ ὅτι ἐγενήθη πρὸς
αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ
πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ
ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν ᾿Ισραήλ, καὶ
παρετάξαντο ἐξεναντίας Συρίας. 10 καὶ τὸ
κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ ᾿Αβεσσὰ τοῦ
ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν
᾿Αμμών. 11 καὶ εἶπεν· ἐὰν κραταιωθῇ Συρία ὑπὲρ
ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν
κραταιωθῶσιν υἱοὶ ᾿Αμμὼν ὑπὲρ σέ, καὶ ἐσόμεθα
τοῦ σῶσαί σε· 12 ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ
τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν,
καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
13 καὶ προσῆλθεν ᾿Ιωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετ
αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ
προσώπου αὐτοῦ. 14 καὶ οἱ υἱοὶ ᾿Αμμὼν εἶδαν ὅτι
ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου ᾿Αβεσσὰ καὶ
εἰσῆλθον εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν ᾿Ιωὰβ ἀπὸ
τῶν υἱῶν ᾿Αμμὼν καὶ παρεγένετο εἰς ῾Ιερουσαλήμ.
15 καὶ εἶδε Συρία ὅτι ἔπταισεν ἔμπροσθεν
᾿Ισραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό. 16 καὶ
ἀπέστειλεν ᾿Αδρααζὰρ καὶ συνήγαγε τὴν Συρίαν τὴν
ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ
παρεγένοντο εἰς Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς
δυνάμεως ᾿Αδρααζὰρ ἔμπροσθεν αὐτῶν. 17 καὶ
ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα
᾿Ισραὴλ καὶ διέβη τὸν ᾿Ιορδάνην καὶ παρεγένετο
εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυίδ,
καὶ ἐπολέμησαν μετ αὐτοῦ. 18 καὶ ἔφυγε Συρία ἀπὸ
προσώπου ᾿Ισραήλ, καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας
ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας
ἱππέων· καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως
αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ. 19 καὶ εἶδαν
πάντες οἱ βασιλεῖς οἱ δοῦλοι ᾿Αδρααζὰρ ὅτι
ἔπταισαν ἔμπροσθεν ᾿Ισραήλ, καὶ ηὐτομόλησαν μετὰ
᾿Ισραὴλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία
τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς ᾿Αμμών.