Βασιλειῶν Β´ - II Kingdoms
Βασιλειῶν Β´ - Κεφάλαιο 15
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ
᾿Αβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα
ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 2 καὶ
ὤρθρισεν ᾿Αβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρας τῆς ὁδοῦ
τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο
κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ
ἐβόησε πρὸς αὐτὸν ᾿Αβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ· ἐκ
ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν· ἐκ μιᾶς φυλῶν
᾿Ισραὴλ ὁ δοῦλός σου. 3 καὶ εἶπε πρὸς αὐτὸν ὁ
᾿Αβεσσαλώμ· ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ
εὔκολοι, καὶ ὁ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ
βασιλέως. 4 καὶ εἶπεν ᾿Αβεσσαλώμ· τίς με
καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ ἐμὲ ἐλεύσεται
πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ
δικαιώσω αὐτόν; 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν
ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινε τὴν
χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ
κατεφίλησεν αὐτόν. 6 καὶ ἐποίησεν ᾿Αβεσσαλὼμ
κατὰ τὸ ρῆμα τοῦτο παντὶ ᾿Ισραὴλ τοῖς
παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ
ἰδιοποιεῖτο ᾿Αβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν
᾿Ισραήλ. 7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα
ἐτῶν καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ·
πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου, ἃς
ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών· 8 ὅτι εὐχὴν ηὔξατο ὁ
δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ
λέγων· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς
῾Ιερουσαλήμ, καὶ λατρεύσω τῷ Κυρίῳ. 9 καὶ εἶπεν
αὐτῷ ὁ βασιλεύς· βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς
ἐπορεύθη εἰς Χεβρών. 10 καὶ ἀπέστειλεν
᾿Αβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ
λέγων· ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς
κερατίνης καὶ ἐρεῖτε· βεβασίλευκε βασιλεὺς
᾿Αβεσσαλὼμ ἐν Χεβρών. 11 καὶ μετὰ ᾿Αβεσσαλὼμ
ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ ῾Ιερουσαλὴμ
κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ
ἔγνωσαν πᾶν ρῆμα. 12 καὶ ἀπέστειλεν ᾿Αβεσσαλὼμ
καὶ ἐκάλεσε τὸν ᾿Αχιτόφελ τὸν Γελμωναῖον τὸν
σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν
τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα
ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ
᾿Αβεσσαλώμ. 13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς
Δαυὶδ λέγων· ἐγενήθη ἡ καρδία ἀνδρῶν ᾿Ισραὴλ
ὀπίσω ᾿Αβεσσαλώμ. 14 καὶ εἶπε Δαυὶδ πᾶσι τοῖς
παισὶν αὐτοῦ τοῖς μετ αὐτοῦ τοῖς ἐν ῾Ιερουσαλήμ·
ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία
ἀπὸ προσώπου ᾿Αβεσσαλώμ· ταχύνατε τοῦ
πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ
ἐξώσῃ ἐφ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν ἐν
στόματι μαχαίρας. 15 καὶ εἶπον οἱ παῖδες τοῦ
βασιλέως πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα
αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ
παῖδές σου. 16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ
οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ
βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ
φυλάσσειν τὸν οἶκον. 17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς
καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν
οἴκῳ τῷ μακράν. 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ
ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς Χελεθὶ καὶ πᾶς ὁ
Φελεθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ·
καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ
πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ
πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν
ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χελεθὶ καὶ πᾶς ὁ
Φελεθὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι
ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γέθ,
πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. 19 καὶ
εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εθθὶ τὸν Γεθθαῖον· ἱνατί
πορεύῃ καὶ σὺ μεθ ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ
τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκησας
σὺ ἐκ τοῦ τόπου σου. 20 εἰ ἐχθὲς παραγέγονας,
καὶ σήμερον κινήσω σε μεθ ἡμῶν; καί γε
μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἡ ἐξέλευσίς
σου, καὶ σήμερον μετακινήσω σε μεθ ἡμῶν τοῦ
πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ
πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς
σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος
καὶ ἀλήθειαν. 21 καὶ ἀπεκρίθη ᾿Εθθὶ τῷ βασιλεῖ
καὶ εἶπε· ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ
βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός
μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι
ἐκεῖ ἔσται ὁ δοῦλός σου. 22 καὶ εἶπεν ὁ βασιλεὺς
πρὸς ᾿Εθθί· δεῦρο καὶ διάβαινε μετ ἐμοῦ· καὶ
παρῆλθεν ᾿Εθθὶ ὁ Γεθθαῖος καὶ ὁ βασιλεὺς καὶ
πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ
αὐτοῦ. 23 καὶ πᾶσα ἡ γῆ ἔκλαιε φωνῇ μεγάλῃ. καὶ
πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν
Κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν
Κέδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς
παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. 24
καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ
αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ
Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ. καὶ
ἀνέβη ᾿Αβιάθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς
παρελθεῖν ἐκ τῆς πόλεως. 25 καὶ εἶπεν ὁ βασιλεὺς
πρὸς τὸν Σαδώκ· ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ
εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς
Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτήν
καὶ τὴν εὐπρέπειαν αὐτῆς. 26 καὶ ἐὰν εἴπῃ οὕτως·
οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι
κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. 27 καὶ εἶπεν
ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ· ἴδετε, σὺ
ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ
᾿Αχιμάας ὁ υἱός σου καὶ ᾿Ιωνάθαν ὁ υἱὸς ᾿Αβιάθαρ
οἱ δύο υἱοὶ ὑμῶν μεθ ὑμῶν· 28 ἴδετε, ἐγώ εἰμι
στρατεύομαι ἐν ᾿Αραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν
ρῆμα παρ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι. 29 καὶ
ἀπέστρεψε Σαδὼκ καὶ ᾿Αβιάθαρ τὴν κιβωτὸν τοῦ
Θεοῦ εἰς ῾Ιερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ. 30 καὶ
Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν
ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν
ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος,
καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν
κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ
κλαίοντες. 31 καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες· καὶ
᾿Αχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ
᾿Αβεσσαλώμ· καὶ εἶπε Δαυίδ· διασκέδασον δὴ τὴν
βουλὴν ᾿Αχιτόφελ, Κύριε ὁ Θεός μου. 32 καὶ ἦν
Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ροώς, οὗ προσεκύνησεν
ἐκεῖ τῷ Θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ
ἀρχιεταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ
γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. 33 καὶ εἶπεν αὐτῷ
Δαυίδ· ἐὰν μὲν διαβῇς μετ ἐμοῦ, καὶ ἔσῃ ἐπ ἐμὲ
εἰς βάσταγμα· 34 καὶ ἐὰν ἐπιστρέψῃς ἐπὶ τὴν
πόλιν, καὶ ἐρεῖς τῷ ᾿Αβεσσαλώμ· διεληλύθασιν οἱ
ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου
διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι,
βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου
ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός·
καὶ διασκεδάσεις μοι τὴν βουλὴν ᾿Αχιτόφελ. 35
καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ ᾿Αβιάθαρ οἱ
ἱερεῖς, καὶ ἔσται πᾶν ρῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ
οἴκου τοῦ βασιλέως, καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ
τῷ ᾿Αβιάθαρ τοῖς ἱερεῦσιν. 36 ἰδοὺ ἐκεῖ μετ
αὐτῶν δύο υἱοὶ αὐτῶν, ᾿Αχιμάας υἱὸς τῷ Σαδὼκ καὶ
᾿Ιωνάθαν υἱὸς τῷ ᾿Αβιάθαρ, καὶ ἀποστελεῖτε ἐν
χειρὶ αὐτῶν πρός με πᾶν ρῆμα, ὃ ἐὰν ἀκούσητε. 37
καὶ εἰσῆλθε Χουσὶ ὁ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν,
καὶ ᾿Αβεσσαλὼμ ἄρτι εἰσεπορεύετο εἰς
῾Ιερουσαλήμ.