Βασιλειῶν Δ´ - IV Kingdoms
Βασιλειῶν Δ´ - Κεφάλαιο 11
ΚΑΙ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι ἀπέθανεν
ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς
βασιλείας. 2 καὶ ἔλαβεν ᾿Ιωσαβεὲ θυγάτηρ τοῦ
βασιλέως ᾿Ιωρὰμ ἀδελφὴ ᾿Οχοζίου τὸν ᾿Ιωὰς υἱὸν
ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν
υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ
τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ
ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ
ἐθανατώθη. 3 καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν
οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ
τῆς γῆς. 4 καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν
᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν
Χορρὶ καὶ τῶν Ρασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς
αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς
διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον
Κυρίου καὶ ἔδειξεν αὐτοῖς ᾿Ιωδαὲ τὸν υἱὸν τοῦ
βασιλέως 5 καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ
λόγος, ὃν ποιήσετε· 6 τὸ τρίτον ἐξ ὑμῶν
εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου
τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ
πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν
παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ
οἴκου. 7 καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ
ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν
φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα· 8 καὶ
κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ
σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ
εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ
ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι
αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν. 9 καὶ
ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο
᾿Ιωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας
αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ
τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς
᾿Ιωδαὲ τὸν ἱερέα. 10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς
ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς
τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου. 11 καὶ
ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος
αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου
τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου
τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα
κύκλῳ. 12 καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως
καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον
καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ
ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.
13 καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων
τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον
Κυρίου. 14 καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει
ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ
σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς
γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ
διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε·
σύνδεσμος σύνδεσμος. 15 καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ
ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς
δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν
ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς
θανάτῳ θανατωθήσεται ἐν ρομφαίᾳ· ὅτι εἶπεν ὁ
ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου. 16 καὶ
ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου
τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ.
17 καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου
καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ
λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον
τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ. 18 καὶ
εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ
καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ
καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν
Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ
πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς
ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου. 19 καὶ ἔλαβε
τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ρασὶμ
καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν
βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης
τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ
ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων. 20 καὶ
ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε·
καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ
τοῦ βασιλέως.