Βασιλειῶν Δ´ - IV Kingdoms
Βασιλειῶν Δ´ - Κεφάλαιο 20
ΕΝ ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν ᾿Εζεκίας εἰς
θάνατον. καὶ εἰσῆλθε πρὸς αὐτὸν ῾Ησαΐας υἱὸς
᾿Αμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει
Κύριος· ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνήσκεις σὺ
καὶ οὐ ζήσῃ. 2 καὶ ἀπέστρεψεν ᾿Εζεκίας πρὸς τὸν
τοῖχον καὶ ηὔξατο πρὸς Κύριον λέγων· 3 Κύριε,
μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν
ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν
ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν ᾿Εζεκίας
κλαυθμῷ μεγάλῳ. 4 καὶ ἦν ῾Ησαΐας ἐν τῇ αὐλῇ τῇ
μέσῃ, καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων·
5 ἐπίστρεψον καὶ ἐρεῖς πρὸς ᾿Εζεκίαν τὸν
ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς
Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου,
εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ
ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου· 6 καὶ
προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ
ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων σώσω σε καὶ τὴν
πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως
ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου. 7
καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν
ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει. 8 καὶ εἶπεν ᾿Εζεκίας
πρὸς ῾Ησαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με
Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ
τῇ τρίτῃ; 9 καὶ εἶπεν ῾Ησαΐας· τοῦτο τὸ σημεῖον
παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον, ὃν
ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν
ἐπιστρέψῃ δέκα βαθμούς. 10 καὶ εἶπεν ᾿Εζεκίας·
κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾿
ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα
βαθμοὺς εἰς τὰ ὀπίσω. 11 καὶ ἐβόησεν ῾Ησαΐας ὁ
προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν
τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς. 12 ἐν
τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς
Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς
᾿Εζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν ᾿Εζεκίας.
13 καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς ᾿Εζεκίας καὶ ἔδειξεν
αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον
καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ
ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη
ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ
ἔδειξεν αὐτοῖς ᾿Εζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν
πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. 14 καὶ εἰσῆλθεν ῾Ησαΐας ὁ
προφήτης πρὸς τὸν βασιλέα ᾿Εζεκίαν καὶ εἶπε πρὸς
αὐτόν· τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καί πόθεν
ἥκασι πρός σε; καὶ εἶπεν ᾿Εζεκίας· ἐκ γῆς
πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος. 15 καὶ
εἶπε· τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε· πάντα,
ὅσα ἐν τῷ οἴκῳ μου εἶδον, οὐκ ἦν ἐν τῷ οἴκῳ μου,
ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς
θησαυροῖς μου. 16 καὶ εἶπεν ῾Ησαΐας πρὸς
᾿Εζεκίαν· ἄκουσον λόγον Κυρίου· 17 ἰδοὺ ἡμέραι
ἔρχονται καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου καὶ
ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας
ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται
ρῆμα, ὃ εἶπε Κύριος· 18 καὶ οἱ υἱοί σου, οἳ
ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις λήψεται, καὶ
ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως
Βαβυλῶνος. 19 καὶ εἶπεν ᾿Εζεκίας πρὸς ῾Ησαΐαν·
ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη
ἐν ταῖς ἡμέραις μου. 20 καὶ τὰ λοιπὰ τῶν λόγων
᾿Εζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα
ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ
εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα
γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς
βασιλεῦσιν ᾿Ιούδα; 21 καὶ ἐκοιμήθη ᾿Εζεκίας μετὰ
τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς
αὐτοῦ ἀντ᾿ αὐτοῦ.