Γένεσις - Genesis
Γένεσις - Κεφάλαιο 16
ΣΑΡΑ δὲ γυνὴ ῞Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα ῎Αγαρ. 2 εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ῞Αβραμ τῆς φωνῆς Σάρας. 3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ῞Αβραμ ῎Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ῞Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ῞Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4 καὶ εἰσῆλθε πρὸς ῎Αγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. 5 εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. 6 εἶπε δὲ ῞Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. ῎Αγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. 9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. 10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. 11 καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. 12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. 13 καὶ ἐκάλεσεν ῎Αγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. 14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
15 Καὶ ἔτεκεν ῎Αγαρ τῷ ῞Αβραμ υἱόν, καὶ ἐκάλεσεν ῞Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ ῎Αγαρ, ᾿Ισμαήλ. 16 ῞Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν ῎Αγαρ τῷ ῞Αβραμ τὸν ᾿Ισμαήλ.