Γένεσις - Genesis
Γένεσις - Κεφάλαιο 36
36
ΑΥΤΑΙ δὲ αἱ γενέσεις ῾Ησαῦ (αὐτός ἐστιν
᾿Εδώμ)· 2 ῾Ησαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ
τῶν θυγατέρων τῶν Χαναναίων, τὴν ᾿Αδὰ θυγατέρα
Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ ᾿Ολιβεμὰ θυγατέρα
᾿Ανὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου 3 καὶ τὴν
Βασεμὰθ θυγατέρα ᾿Ισμαὴλ ἀδελφὴν Ναβεώθ. 4 ἔτεκε
δὲ αὐτῷ ᾿Αδὰ τὸν ῾Ελιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν
Ραγουήλ, 5 καὶ ᾿Ολιβεμὰ ἔτεκε τὸν ᾿Ιεοὺς καὶ τὸν
᾿Ιεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ ῾Ησαῦ, οἳ
ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. 6 ἔλαβε δὲ ῾Ησαῦ τὰς
γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς
θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου
αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ
κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα
περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη ῾Ησαῦ
ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου ᾿Ιακὼβ τοῦ
ἀδελφοῦ αὐτοῦ. 7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ
τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς
παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους
τῶν ὑπαρχόντων αὐτῶν. 8 κατῴκησε δὲ ῾Ησαῦ ἐν τῷ
ὄρει Σηεὶρ (῾Ησαῦ αὐτός ἐστιν ᾿Εδώμ).
9 Αὗται δὲ αἱ γενέσεις ῾Ησαῦ πατρὸς ᾿Εδὼμ ἐν τῷ ὄρει Σηείρ, 10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ῾Ησαῦ· ῾Ελιφὰς υἱὸς ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 11 ἐγένοντο δὲ ῾Ελιφὰς υἱοί· Θαιμάν, ῾Ωμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ· 12 Θαμνὰ δὲ ἦν παλλακὴ ῾Ελιφὰς τοῦ υἱοῦ ῾Ησαῦ καὶ ἔτεκε τῷ ῾Ελιφὰς τὸν ᾿Αμαλήκ· οὗτοι υἱοὶ ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ. 13 οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 14 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς ῾Ησαῦ· ἔτεκε δὲ τῷ ῾Ησαῦ τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ. 15 οὗτοι ἡγεμόνες υἱοὶ ῾Ησαῦ· υἱοὶ ῾Ελιφὰς πρωτοτόκου ῾Ησαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν ῾Ωμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, 16 ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν ᾿Αμαλήκ· οὗτοι ἡγεμόνες ῾Ελιφὰς ἐν γῇ ᾿Ιδουμαίᾳ· οὗτοι υἱοὶ ᾿Αδᾶς. 17 καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ ῾Ησαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ ᾿Εδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 18 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς γυναικὸς ῾Ησαῦ· ἡγεμὼν ᾿Ιεούλ, ἡγεμὼν ᾿Ιεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ γυναικὸς ῾Ησαῦ. 19 οὗτοι υἱοὶ ῾Ησαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ ᾿Εδώμ.
20 Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, ᾿Ανὰ 21 καὶ Δησὼν καὶ ᾿Ασὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ ᾿Εδώμ. 22 ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 23 οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ ῾Ωμάρ. 24 καὶ οὗτοι υἱοὶ Σεβεγών· ᾿Αϊέ καὶ ᾿Ανά· οὗτός ἐστιν ᾿Ανά, ὃς εὗρε τὸν ᾿Ιαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25 οὗτοι δὲ υἱοὶ ᾿Ανά· Δησὼν καὶ ᾿Ολιβεμὰ θυγάτηρ ᾿Ανά. 26 οὗτοι δὲ υἱοὶ Δησών· ᾿Αμαδὰ καὶ ᾿Ασβὰν καὶ ᾿Ιθρὰν καὶ Χαρράν. 27 οὗτοι δὲ υἱοὶ ᾿Ασάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιουκάμ. 28 οὗτοι δὲ υἱοὶ Ρισών· ῟Ως καὶ ᾿Αράν. 29 οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν ᾿Ανά, 30 ἡγεμὼν Δησών, ἡγεμὼν ᾿Ασάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ ᾿Εδώμ.
31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ᾿Ισραήλ. 32 καὶ ἐβασίλευσεν ἐν ᾿Εδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 33 ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 34 ἀπέθανε δὲ ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὼμ ἐκ τῆς γῆς Θαιμανών. 35 ἀπέθανε δὲ ᾿Ασώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. 36 ἀπέθανε δὲ ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς. 37 ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. 38 ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ. 39 ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ.
40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ῾Ησαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν ᾿Ιεθέρ, 41 ἡγεμὼν ᾿Ολιβεμάς, ἡγεμὼν ῾Ηλάς, ἡγεμὼν Φινών, 42 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 43 ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες ᾿Εδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος ῾Ησαῦ πατὴρ ᾿Εδώμ.