Γένεσις - Genesis
Γένεσις - Κεφάλαιο 44
44
ΚΑΙ ἐνετείλατο ὁ ᾿Ιωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας
αὐτοῦ λέγων· πλήσατε τοὺς μαρσίππους τῶν
ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ
ἐμβάλετε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος
τοῦ μαρσίππου 2 καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν
ἐμβάλετε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν
τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ρῆμα
᾿Ιωσήφ, καθὼς εἶπε. 3 τὸ πρωΐ διέφαυσε, καὶ οἱ
ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν. 4
ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον
μακράν, καὶ ᾿Ιωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ·
ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ
καταλήψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς· τί ὅτι
ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; ἱνατί ἐκλέψατέ
μου τὸ κόνδυ τὸ ἀργυροῦν; 5 οὐ τοῦτό ἐστιν, ἐν ᾧ
πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται
ἐν αὐτῷ. πονηρὰ συντετελέκατε, ἃ πεποιήκατε. 6
εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ρήματα
ταῦτα. 7 οἱ δὲ εἶπαν αὐτῷ· ἱνατί λαλεῖ ὁ κύριος
κατὰ τὰ ρήματα ταῦτα; μὴ γένοιτο τοῖς παισί σου
ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο. 8 εἰ τὸ μὲν
ἀργύριον, ὁ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν,
ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναάν, πῶς ἂν
κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ
χρυσίον; 9 παρ᾿ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παίδων
σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ
κυρίῳ ἡμῶν. 10 ὁ δὲ εἶπε· καὶ νῦν ὡς λέγετε,
οὕτως ἔσται· παρ᾿ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται
μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί. 11 καὶ
ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον
αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν
μάρσιππον αὐτοῦ. 12 ἠρεύνησε δὲ ἀπὸ τοῦ
πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν
νεώτερον, καὶ εὗρε τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τοῦ
Βενιαμίν. 13 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ
ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπί τὸν
ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. 14
εἰσῆλθε δὲ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς
᾿Ιωσήφ, ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον
ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. 15 εἶπε δὲ αὐτοῖς
᾿Ιωσήφ· τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οἴδατε
ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ ἄνθρωπος, οἷος ἐγώ; 16
εἶπε δὲ ᾿Ιούδας· τί ἀντεροῦμεν τῷ κυρίῳ, ἢ τί
λαλήσομεν, ἢ τί δικαιωθῶμεν; ὁ Θεὸς δὲ εὗρε τὴν
ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ
κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ᾿ ᾧ εὑρέθη τὸ
κόνδυ. 17 εἶπε δὲ ᾿Ιωσήφ· μή μοι γένοιτο ποιῆσαι
τὸ ρῆμα τοῦτο· ὁ ἄνθρωπος, παρ᾿ ᾧ εὑρέθη τὸ
κόνδυ αὐτὸς ἔσται μου παῖς. ὑμεῖς δὲ ἀνάβητε
μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.