Ἡσαΐας - Isaiah
Ἡσαΐας - Κεφάλαιο 18
ΟΥΑΙ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν
Αἰθιοπίας, 2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ
ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται
γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον
λαὸν καὶ χαλεπόν, τίς αὐτοῦ ἐπέκεινα; ἔθνος
ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ
τῆς γῆς 3 πάντες ὡς χώρα κατοικουμένη·
κατοικηθήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ
ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. 4
διότι οὕτως εἶπέ μοι Κύριος· ἀσφάλεια ἔσται ἐν
τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς
νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται. 5 πρὸ τοῦ
θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ
ἐξανθήσῃ ἄνθος ὀμφακίζουσα, καὶ ἀφελεῖ τὰ
βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς
κληματίδας ἀφελεῖ καὶ ἀποκόψει 6 καὶ καταλείψει
ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις
τῆς γῆς. καὶ συναχθήσεται ἐπ᾿ αὐτοὺς τὰ πετεινὰ
τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ᾿
αὐτὸν ἥξει. 7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται
δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ
τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ
εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ
καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς
χώρας αὐτοῦ, εἰς τὸν τόπον, οὗ τὸ ὄνομα Κυρίου
σαβαὼθ ἐπεκλήθη, ὄρος Σιών.