Ἡσαΐας  -  Isaiah

Ἡσαΐας - Κεφάλαιο 36

ΚΑΙ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους, βασιλεύοντος ᾿Εζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὰς πόλεις τῆς ᾿Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. 2 καὶ ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων τὸν Ραψάκην ἐκ Λαχεὶς εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα ᾿Εζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 3 καὶ ἐξῆλθε πρὸς αὐτὸν ῾Ελιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ ᾿Ιωὰχ ὁ τοῦ ᾿Ασὰφ ὁ ὑπομνηματογράφος. 4 καὶ εἶπεν αὐτοῖς Ραψάκης· εἴπατε ᾿Εζεκίᾳ· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς ᾿Ασσυρίων· τί πεποιθὼς εἶ; 5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι; 6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. 7 εἰ δὲ λέγετε· ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, 8 νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ ᾿Ασσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς. 9 καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. 10 καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν. 11 καὶ εἶπε πρὸς αὐτὸν ῾Ελιακεὶμ καὶ Σομνᾶς καὶ ᾿Ιωάχ· λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς ᾿Ιουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει; 12 καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ πρὸς τὸν Κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα; 13 καὶ ἔστη Ραψάκης καὶ ἀνεβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως ᾿Ασσυρίων. 14 τάδε λέγει ὁ βασιλεύς· μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας λόγοις, οἳ οὐ δυνήσονται ρύσασθαι ὑμᾶς· 15 καὶ μὴ λεγέτω ὑμῖν ᾿Εζεκίας, ὅτι ρύσεται ὑμᾶς ὁ Θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ᾿Ασσυρίων· 16 μὴ ἀκούετε ᾿Εζεκίου. τάδε λέγει ὁ βασιλεὺς ᾿Ασσυρίων· εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. 18 μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας λέγων· ὁ Θεὸς ὑμῶν ρύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων; 19 ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ ᾿Αρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; μὴ ἐδύναντο ρύσασθαι Σαμάρειαν ἐκ χειρός μου; 20 τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐρρύσατο τὴ γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ρύσεται ὁ Θεὸς ῾Ιερουσαλὴμ ἐκ χειρός μου; 21 καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.

 22 Καὶ εἰσῆλθεν ῾Ελιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως καὶ ᾿Ιωὰχ ὁ τοῦ ᾿Ασὰφ ὁ ὑπομνηματογράφος πρὸς ᾿Εζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.