(Μασ. ΜΓ´) ΚΑΙ ἐγενήθη ὡς ἐπαύσατο ῾Ιερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, 2 καὶ εἶπεν ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ῾Ιερεμίᾳ λέγοντες· ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς λέγων· μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3 ἀλλ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4 καὶ οὐκ ἤκουσεν ᾿Ιωανὰν καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου κατοικῆσαι ἐν γῇ ᾿Ιούδα. 5 καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ᾿Ιούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6 τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια, καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ ᾿Αχεικάμ, καὶ ῾Ιερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου· καὶ εἰσῆλθον εἰς Τάφνας. 8 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν ἐν Τάφνας λέγων· 9 λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατ ὀφθαλμοὺς ἀνδρῶν ᾿Ιούδα 10 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ αὐτοὺς 11 καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον, εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὓς εἰς ρομφαίαν, εἰς ρομφαίαν. 12 καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους ῾Ηλιουπόλεως, τοὺς ἐν ῎Ων, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.