Ἰουδὶθ  -  Judith

Ἰουδὶθ - Κεφἀλαιο 1

ΕΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσορ, ὃς ἐβασίλευσεν ᾿Ασσυρίων ἐν Νινευῆ τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις ᾿Αρφαξάδ, ὃς ἐβασίλευσεν Μήδων ἐν ᾿Εκβατάνοις, 2 καὶ ᾠκοδόμησεν ἐπ᾿ ᾿Εκβατάνων κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἓξ καὶ ἐποίησε τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα 3 καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα 4 καὶ ἐποίησε τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτῶν πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεων δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ. 5 καὶ ἐποίησε πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονόσορ πρὸς βασιλέα ᾿Αρφαξὰδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν ἐν τοῖς ὁρίοις Ραγαῦ. 6 καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν ῾Υδάσπην καὶ πεδία ᾿Αριὼχ βασιλέως ᾿Ελυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ σφόδρα εἰς παράταξιν υἱῶν Χελεούδ. 7 καὶ ἀπέστειλε Ναβουχοδονόσορ ὁ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας Κιλικίαν καὶ Δαμασκόν, τὸν Λίβανον καὶ ᾿Αντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας 8 καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλαὰδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον ᾿Εσδρηλὼν 9 καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ ᾿Ιορδάνου ἕως ῾Ιερουσαλὴμ καὶ Βετάνη καὶ Χελλοὺς καὶ Κάδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνὰς καὶ Ραμεσσὴ καὶ πᾶσαν γῆν Γεσὲμ 10 ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας. 11 καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ρῆμα Ναβουχοδονόσορ τοῦ βασιλέως ᾿Ασσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτόν, ἀλλ᾿ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ εἷς, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προσώπου αὐτῶν. 12 καὶ ἐθυμώθη Ναβουχοδονόσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ρομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωὰβ καὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ πᾶσαν τὴν ᾿Ιουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν. 13 καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς ᾿Αρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψε πᾶσαν τὴν δύναμιν ᾿Αρφαξὰδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ 14 καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως ᾿Εκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς. 15 καὶ ἔλαβε τὸν ᾿Αρφαξὰδ ἐν τοῖς ὄρεσι Ραγαῦ καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς ζιβύναις αὐτοῦ καὶ ἐξωλόθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης. 16 καὶ ἀνέστρεψε μετ᾿ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα· καὶ ἦν ἐκεῖ ραθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ᾿ ἡμέρας ἑκατὸν εἴκοσι.