ΩΣ δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν. καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον. 2 ὑπελείφθη δὲ ᾿Ιουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ ᾿Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος. 3 καὶ εἶπεν ᾿Ιουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς· καθάπερ καθ᾿ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα. 4 καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα ᾿Ιουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς· Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα ῾Ιερουσαλήμ· 5 ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν, οἵ ἐπανέστησαν ἡμῖν. 6 καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς ᾿Ολοφέρνου, καθεῖλε τὸν ἀκινάκην αὐτοῦ ἀπ᾿ αὐτοῦ 7 καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπε· κραταίωσόν με, ὁ Θεὸς ᾿Ισραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ. 8 καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπ᾿ αὐτοῦ, 9 καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων. καὶ μετ᾿ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν ᾿Ολοφέρνου, 10 καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάλαγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλούα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.
11 Καὶ εἶπεν ᾿Ιουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν· ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθ᾿ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν ᾿Ισραὴλ κατὰ κράτος κατὰ τῶν ἐχθρῶν, καθὰ καὶ σήμερον ἐποίησε. 12 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως. 13 καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς. 14 ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ· αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεόν, ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου ᾿Ισραήλ, ἀλλ᾿ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ. 15 καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξε καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ἡ κεφαλὴ ᾿Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ᾿Ασσούρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας· 16 καὶ ζῇ Κύριος, ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ᾿ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην. 17 καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδόν· εὐλογητὸς εἶ, ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου. 18 καὶ εἶπεν αὐτῇ ᾿Οζίας· εὐλογητὴ σύ, θύγατερ, τῷ Θεῷ τῷ ῾Υψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεός, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν· 19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος. 20 καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ᾿ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾿ ἐπεξῆλθες πτώματι ἡμῶν ἐπ᾿ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός· γένοιτο, γένοιτο.