Ἰουδὶθ - Judith
Ἰουδὶθ - Κεφἀλαιο 6
ΚΑΙ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ
τῆς συνεδρίας, καὶ εἶπεν ᾿Ολοφέρνης ὁ
ἀρχιστράτηγος δυνάμεως ᾿Ασσοὺρ πρὸς ᾿Αχιὼρ
ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς
πάντας υἱοὺς Μωάβ· 2 καὶ τίς εἶ σύ, ᾿Αχιὼρ καὶ
οἱ μισθωτοὶ τοῦ ᾿Εφραίμ, ὅτι ἐπροφήτευσας ἐν
ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος ᾿Ισραὴλ μὴ
πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν;
καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; οὗτος
ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολοθρεύσει
αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ρύσεται
αὐτοὺς ὁ Θεὸς αὐτῶν· 3 ἀλλ᾿ ἡμεῖς οἱ δοῦλοι
αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ
ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν. 4
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη
αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ
πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν, καὶ οὐκ
ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ
πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ
βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς·
εἶπε γάρ, οὐ ματαιωθήσεται τὰ ρήματα τῶν λόγων
αὐτοῦ. 5 σὺ δὲ ᾿Αχιὼρ μισθωτὲ τοῦ ᾿Αμμών, ὃς
ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας
σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας
ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ
Αἰγύπτου· 6 καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς
στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς
πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν,
ὅταν ἐπιστρέψω. 7 καὶ ἀποκαταστήσουσί σε οἱ
δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσί σε ἐν μιᾷ
τῶν πόλεων τῶν ἀναβάσεων, 8 καὶ οὐκ ἀπολῇ ἕως οὗ
ἐξολοθρευθῇς μετ᾿ αὐτῶν. 9 καὶ εἴπερ ἐλπίζεις τῇ
καρδίᾳ σου ὅτι οὐ ληφθήσονται, μὴ συμπεσέτω σου
τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν
ρημάτων μου. 10 καὶ προσέταξεν ᾿Ολοφέρνης τοῖς
δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ
αὐτοῦ, συλλαβεῖν τὸν ᾿Αχιὼρ καὶ ἀποκαταστῆσαι
αὐτὸν εἰς Βαιτυλούα καὶ παραδοῦναι εἰς χεῖρας
υἱῶν ᾿Ισραήλ. 11 καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι
αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ
πεδίον καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν
ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν
ὑποκάτω Βαιτυλούα. 12 καὶ ὡς εἶδαν αὐτοὺς οἱ
ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους,
ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς
πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ
σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ
ἔβαλον ἐν λίθοις ἐπ᾿ αὐτούς. 13 καὶ ὑποδύσαντες
ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν ᾿Αχιὼρ καὶ ἀφῆκαν
ἐρριμμένον ὑπὸ τὴν ρίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο
πρὸς τὸν κύριον αὐτῶν. 14 καταβάντες δὲ υἱοὶ
᾿Ισραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ
λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλούα καὶ
κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως
αὐτῶν, 15 οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις,
᾿Οζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ ᾿Αβρὶς
ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμὶς υἱὸς Μελχιήλ. 16 καὶ
συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως,
καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ
γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν
᾿Αχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ
ἐπηρώτησεν αὐτὸν ᾿Οζίας τὸ συμβεβηκός. 17 καὶ
ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ρήματα τῆς
συνεδρίας ᾿Ολοφέρνου καὶ πάντα τὰ ρήματα, ὅσα
ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν ᾿Ασσούρ, καὶ
ὅσα ἐμεγαλορρημόνησεν ᾿Ολοφέρνης εἰς τὸν οἶκον
᾿Ισραήλ. 18 καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ
Θεῷ καὶ ἐβόησαν λέγοντες· 19 Κύριε ὁ Θεὸς τοῦ
οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ
ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ
ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν
τῇ ἡμέρᾳ ταύτῃ. 20 καὶ παρεκάλεσαν τὸν ᾿Αχιὼρ
καὶ ἐπῄνεσαν αὐτὸν σφόδρα. 21 καὶ παρέλαβεν
αὐτὸν ᾿Οζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ
καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις, καὶ
ἐπεκαλέσαντο τὸν Θεὸν ᾿Ισραὴλ εἰς βοήθειαν ὅλην
τὴν νύκτα ἐκείνην.