ΚΑΙ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. καὶ ἐξέκλινε καὶ ἐκάθισε. 2 καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπε· καθίσατε ὧδε· καὶ ἐκάθισαν. 3 καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ· τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ ᾿Ελιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ, 4 κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω. 5 καὶ εἶπε Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ροὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ. 6 καὶ εἶπεν ὁ ἀγχιστεύς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι. 7 καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ ᾿Ισραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν ᾿Ισραήλ. 8 καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοόζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ. 9 καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ ᾿Ελιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν· 10 καί γε Ροὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον. 11 καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ· μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεροι τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ ἐποίησαν δύναμιν ἐν ᾿Εφραθά, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ· 12 καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρές, ὃν ἔτεκε Θάμαρ τῷ ᾿Ιούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης. 13 καὶ ἔλαβε Βοὸζ τὴν Ρούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν. 14 καὶ εἶπαν αἱγυναῖκες πρὸς Νωεμίν· εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν ᾿Ισραήλ, 15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς. 16 καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν. 17 καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ ᾿Ωβήδ· οὗτος πατὴρ ᾿Ιεσσαὶ πατρὸς Δαυίδ. 18 καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησε τὸν ᾿Εσρώμ, 19 ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράν, καὶ ᾿Αρὰν ἐγέννησε τὸν ᾿Αμιναδάβ, 20 καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμάν, 21 καὶ Σαλμὰν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ, 22 καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί, καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν Δαυίδ.