ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι ᾿Αλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειείμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ πρότερος ἐπὶ τὴν ῾Ελλάδα. 2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς· 3 καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ. 4 καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξε χωρῶν καὶ ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. 5 καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνήσκει. 6 καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ. 7 καὶ ἐβασίλευσεν ᾿Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανε. 8 καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. 9 καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ. 10 καὶ ἐξῆλθεν ἐξ αὐτῶν ρίζα ἁμαρτωλὸς ᾿Αντίοχος ᾿Επιφανής, υἱὸς ᾿Αντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ρώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας ῾Ελλήνων.
11 ᾿Εν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ ᾿Ισραὴλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες· πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ᾿ ἧς ἐχωρίσθημεν ἀπ᾿ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά. 12 καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν, 13 καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν. 14 καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν ῾Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν 15 καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσι καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.
16 Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον ᾿Αντιόχου, καὶ ὑπέβαλε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας. 17 καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι καὶ ἐν ἐλέφασι καὶ ἐν ἱππεῦσι καὶ ἐν στόλῳ μεγάλῳ 18 καὶ συνεστήσαντο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγε, καὶ ἔπεσον τραυματίαι πολλοί. 19 καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου. 20 καὶ ἐπέστρεψεν ᾿Αντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ ᾿Ισραὴλ καὶ ἀνέβη εἰς ῾Ιερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ. 21 καὶ εἰσῆλθον εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς 22 καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισε πάντα. 23 καὶ ἔλαβε τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε· 24 καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησε φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην. 25 καὶ ἐγένετο πένθος μέγα ἐπὶ ᾿Ισραὴλ ἐν παντὶ τόπῳ αὐτῶν. 26 καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη. 27 πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει. 28 καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ πᾶς ὁ οἶκος ᾿Ιακὼβ ἐνεδύσατο αἰσχύνην.
29 Καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις ᾿Ιούδα, καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ. 30 καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ ᾿Ισραήλ. 31 καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ. 32 καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν. 33 καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν. 34 καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ. 35 καὶ παρέθεντο ὅπλα καὶ τροφὰς καὶ συναγαγόντες τὰ σκῦλα ῾Ιερουσαλὴμ ἀπέθεντο ἐκεῖ, καὶ ἐγένοντο εἰς μεγάλην παγίδα. 36 καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τῷ ᾿Ισραὴλ διαπαντός. 37 καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα. 38 καὶ ἔφυγον οἱ κάτοικοι ῾Ιερουσαλὴμ δι᾿ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν. 39 τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν. 40 κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος. 41 Καὶ ἔγραψεν ὁ βασιλεὺς ᾿Αντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἷναι πάντας εἰς λαὸν ἕνα 42 καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως. 43 καὶ πολλοὶ ἀπὸ ᾿Ισραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον. 44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς 45 καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς 46 καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους, 47 καὶ οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδωλεῖα καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ 48 καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει, 49 ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα· 50 καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ρῆμα τοῦ βασιλέως, ἀποθανεῖται. 51 κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν ᾿Ιούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν. 52 καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ 53 καὶ ἔθεντο τὸν ᾿Ισραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν. 54 καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν ᾿Ιούδα κύκλῳ ᾠκοδόμησαν βωμούς· 55 καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων. 56 καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες. 57 καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν. 58 ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ ᾿Ισραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι. 59 καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου. 60 καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα 61 καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν. 62 καὶ πολλοὶ ἐν ᾿Ισραὴλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινὰ 63 καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν, καὶ ἀπέθανον. 64 καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ ᾿Ισραὴλ σφόδρα.