ΚΑΙ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν ῎Αλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν ᾿Ιούδα καὶ τὸ δεξιὸν κέρας μετ᾿ αὐτῶν. 2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν ᾿Αρβήλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. 3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ ῾Ιερουσαλήμ· 4 καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. 5 καὶ ᾿Ιούδας ἦν παρεμβεβληκὼς ἐν ᾿Ελασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετ᾿ αὐτοῦ. 6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες. 7 καὶ εἶδεν ᾿Ιούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς, 8 καὶ ἐξελύθη καὶ εἶπε τοῖς καταλειφθεῖσιν· ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς. 9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες· οὐ μὴ δυνώμεθα, ἀλλ᾿ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. 10 καὶ εἶπεν ᾿Ιούδας· μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ᾿ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. 11 καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί· 12 Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξι, 13 καὶ ἐσάλπισαν οἱ παρὰ ᾿Ιούδᾳ καὶ αὐτοὶ ταῖς σάλπιγξι· καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας. 14 καὶ εἶδεν ᾿Ιούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, 15 καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπ᾿ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως ᾿Αζώτου ὄρους. 16 καὶ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας ᾿Ιούδα καὶ τῶν μετ᾿ αὐτοῦ ἐκ τῶν ὄπισθεν. 17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων. 18 καὶ ᾿Ιούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον. 19 καὶ ᾖραν ᾿Ιωνάθαν καὶ Σίμων ᾿Ιούδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεΐν. 20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον· 21 πῶς ἔπεσε δυνατὸς σῴζων τὸν ᾿Ισραήλ; 22 καὶ τὰ περισσὰ τῶν λόγων ᾿Ιούδα καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα.
23 Καὶ ἐγένετο, μετὰ τὴν τελευτὴν ᾿Ιούδα ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις ᾿Ισραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. 24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετ᾿ αὐτῶν. 25 καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. 26 καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους ᾿Ιούδα καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκει ἐν αὐτοῖς καὶ ἐνέπαιζεν αὐτοῖς. 27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ ᾿Ισραήλ, ἥτις οὐκ ἐγένετο ἀφ᾿ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς. 28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι ᾿Ιούδα καὶ εἶπον τῷ ᾿Ιωνάθαν· 29 ἀφ᾿ οὗ ὁ ἀδελφός σου ᾿Ιούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· 30 νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ᾿ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. 31 καὶ ἐπεδέξατο ᾿Ιωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ ᾿Ιούδα τοῦ ἀδελφοῦ αὐτοῦ.
32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 33 καὶ ἔγνω ᾿Ιωνάθαν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ· καὶ πάντες οἱ μετ᾿ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου ᾿Ασφάρ. 34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ ᾿Ιορδάνου. 35 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσε τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. 36 καὶ ἐξῆλθον υἱοὶ ᾿Ιαμβρὶ ἐκ Μηδαβὰ καὶ συνέλαβον ᾿Ιωάννην καὶ πάντα, ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες. 37 μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ ᾿Ιωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι οἱ υἱοὶ ᾿Ιαμβρὶ ποιοῦσι γάμον μέγαν καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χαναὰν μετὰ παραπομπῆς μεγάλης. 38 καὶ ἐμνήσθησαν ᾿Ιωάννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. 39 καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. 40 καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν ᾿Ιωνάθαν καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. 41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. 42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ ᾿Ιορδάνου. 43 καὶ ἤκουσε Βακχίδης καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ ᾿Ιορδάνου ἐν δυνάμει πολλῇ. 44 καὶ εἶπεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ· ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· 45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ ᾿Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι· 46 νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. 47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν ᾿Ιωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτοῦ εἰς τὰ ὀπίσω. 48 καὶ ἐνεπήδησεν ᾿Ιωνάθαν καὶ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν ᾿Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ᾿ αὐτοὺς τὸν ᾿Ιορδάνην. 49 καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. 50 καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ ᾿Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν ῾Ιεριχὼ καὶ τὴν ᾿Αμμαοὺς καὶ τὴν Βαιθωρὼν καὶ τὴν Βαιθὴλ καὶ τὴν Θαμναθὰ Φαραθωνὶ καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· 51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ ᾿Ισραήλ. 52 καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ καὶ τὴν Γάζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. 53 καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν ῾Ιερουσαλὴμ ἐν φυλακῇ.
54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ῎Αλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. 55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ῎Αλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. 56 καὶ ἀπέθανεν ῎Αλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. 57 καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν ῎Αλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα ἔτη δύο.
58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες· ἰδοὺ ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. 59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. 60 καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρᾳ πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ, ὅπως συλλάβωσι τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν. 61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62 καὶ ἐξεχώρησεν ᾿Ιωνάθαν καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. 63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς ᾿Ιουδαίας παρήγγειλε· 64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησε μηχανάς. 65 καὶ ἀπέλιπεν ᾿Ιωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἐξῆλθεν ἐν ἀριθμῷ. 66 καὶ ἐπάταξεν ῾Οδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσι. 67 καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· 68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν. καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. 69 καὶ ὠργίσθη θυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. 70 καὶ ἐπέγνω ᾿Ιωνάθαν καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. 71 καὶ ἀπεδέξατο καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσε τὸ πρότερον ἐκ γῆς ᾿Ιούδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. 73 καὶ κατέπαυσε ρομφαία ἐξ ᾿Ισραήλ· καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν Μαχμάς. καὶ ἤρξατο ᾿Ιωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ ᾿Ισραήλ.