Παραλειπομένων Α´ - I Chronicles
Παραλειπομένων Α´- Κεφάλαιο 15
ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ
ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ
ἐποίησεν αὐτῇ σκηνήν. 2 τότε εἶπε Δαυίδ· οὐκ
ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς
Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν
κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
3 καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἐν
῾Ιερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς
τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ. 4 καὶ συνήγαγε
Δαυὶδ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς Λευίτας. 5 τῶν υἱῶν
Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ,
ἑκατὸν εἴκοσι. 6 τῶν υἱῶν Μεραρί· ᾿Ασαΐα ὁ ἄρχων
καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι. 7 τῶν
υἱῶν Γηρσάμ· ᾿Ιωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ,
ἑκατὸν τριάκοντα. 8 τῶν υἱῶν ᾿Ελισαφάν· Σεμεΐ ὁ
ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι. 9 τῶν
υἱῶν Χεβρών· ᾿Ελιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ
αὐτοῦ, ὀγδοήκοντα. 10 τῶν υἱῶν ᾿Οζιήλ· ᾿Αμιναδὰβ
ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο. 11
καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ ᾿Αβιάθαρ, τοὺς
ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, ᾿Ασαΐαν
καὶ ᾿Ιωὴλ καὶ Σαμαίαν καὶ ᾿Ελιὴλ καὶ ᾿Αμιναδάβ,
12 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν
Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ
ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, οὗ
ἡτοίμασα αὐτῇ· 13 ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς
εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ
ἐξεζητήσαμεν ἐν κρίματι. 14 καὶ ἡγνίσθησαν οἱ
ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν
Θεοῦ ᾿Ισραήλ. 15 καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν
τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν
λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿
αὐτούς. 16 καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν
Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς
ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ
κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ
εὐφροσύνης. 17 καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν
υἱὸν ᾿Ιωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ ᾿Ασὰφ υἱὸς
Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ
Αἰθὰν υἱὸς Κισαίου. 18 καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ
αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ ᾿Οζιὴλ καὶ
Σεμιραμὼθ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Ελιωὴλ καὶ ᾿Ελιὰβ καὶ
Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ ᾿Ελιφαλία
καὶ Μακενία καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας,
οἱ πυλωροί. 19 καὶ οἱ ψαλτῳδοί, Αἰμάν, ᾿Ασὰφ καὶ
Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι
ποιῆσαι· 20 Ζαχαρίας καὶ ᾿Οζιήλ, Σεμιραμώθ,
᾿Ιεϊήλ, ᾿Ωνί, ᾿Ελιάβ, Μασαίας, Βαναίας ἐν
νάβλαις ἐπὶ ἀλαιμώθ. 21 καὶ Ματταθίας καὶ
᾿Ελιφαλίας καὶ Μακενίας καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ
καὶ ᾿Οζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.
22 καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν,
ὅτι συνετὸς ἦν. 23 καὶ Βαραχία καὶ ᾿Ελκανὰ
πυλωροὶ τῆς κιβωτοῦ. 24 καὶ Σοβνία καὶ ᾿Ιωσαφὰτ
καὶ Ναθαναὴλ καὶ ᾿Αμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ
καὶ ᾿Ελιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς
σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ
᾿Αβδεδὸμ καὶ ᾿Ιεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
25 καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι ᾿Ισραὴλ καὶ
οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν
κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου ᾿Αβδεδὸμ ἐν
εὐφροσύνῃ. 26 καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν
Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς
διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ
κριούς. 27 καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ
βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν
κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ
Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἆδόντων, καὶ ἐπὶ
Δαυὶδ στολὴ βυσσίνη. 28 καὶ πᾶς ᾿Ισραὴλ
ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ
καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν
κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν
κινύραις. 29 καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης
Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ
θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε
τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ
ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.