Παραλειπομένων Α´ - I Chronicles
Παραλειπομένων Α´- Κεφάλαιο 20
ΚΑΙ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν
βασιλέων καὶ ἤγαγεν ᾿Ιωὰβ πᾶσαν τὴν δύναμιν τῆς
στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν ᾿Αμμών·
καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ραββά· καὶ Δαυὶδ
ἐκάθισεν ἐν ῾Ιερουσαλήμ· καὶ ἐπάταξεν ᾿Ιωὰβ τὴν
Ραββὰ καὶ κατέσκαψεν αὐτήν. 2 καὶ ἔλαβε Δαυὶδ
τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς
κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ
τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ
ἦν ἐπὶ τὴν κεφαλὴν Δαυίδ· καὶ σκῦλα τῆς πόλεως
ἐξήνεγκε πολλὰ σφόδρα. 3 καὶ τὸν λαὸν τὸν ἐν
αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν
σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι· καὶ
οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς ᾿Αμμών. καὶ
ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς
῾Ιερουσαλήμ. 4 καὶ ἐγένετο μετὰ ταῦτα καὶ
ἐγένετο ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ τῶν ἀλλοφύλων.
τότε ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ τὸν Σαφοὺ ἀπὸ τῶν
υἱῶν τῶν γιγάντων, καὶ ἐταπείνωσεν αὐτόν. 5 καὶ
ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ
ἐπάταξεν ᾿Ελλανὰν υἱὸς ᾿Ιαΐρ τὸν Λαχμὶ ἀδελφὸν
Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς
ἀντίον ὑφαινόντων. 6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν
Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ
ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος
γιγάντων. 7 καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ
ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σαμαὰ ἀδελφοῦ
Δαυίδ. 8 οὗτοι ἐγένοντο Ραφὰ ἐν Γέθ· πάντες ἦσαν
τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυὶδ καὶ
ἐν χειρὶ παίδων αὐτοῦ.