Παραλειπομένων Α´ - I Chronicles
Παραλειπομένων Α´- Κεφάλαιο 23
ΚΑΙ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ
ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐπὶ
᾿Ισραήλ. 2 καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας
᾿Ισραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας. 3 καὶ
ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ
ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν
αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας. 4
ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου
εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ
κριταὶ ἑξακισχίλιοι 5 καὶ τέσσαρες χιλιάδες
πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ Κυρίῳ
ἐν ὀργάνοις, οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ Κυρίῳ. 6
καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς
Λευί, τῷ Γεδσών, Καὰθ καὶ Μεραρί. 7 καὶ τῷ
Γεδσών· ᾿Εδὰν καὶ Σεμεΐ. 8 υἱοὶ τῷ ᾿Εδάν· ἄρχων
᾿Ιεϊὴλ καὶ Ζηθὰν καὶ ᾿Ιωήλ, τρεῖς. 9 υἱοὶ Σεμεΐ·
Σαλωμίθ, ᾿Ιεϊὴλ καὶ Δάν, τρεῖς. οὗτοι ἄρχοντες
πατριῶν τῶν ᾿Εδάν. 10 καὶ τοῖς υἱοῖς Σεμεΐ· ᾿Ιὲθ
καὶ Ζιζὰ καὶ ᾿Ιωὰς καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ
τέσσαρες. 11 καὶ ἦν ᾿Ιὲθ ὁ ἄρχων καὶ Ζιζὰ ὁ
δεύτερος· καὶ ᾿Ιωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν
υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς
ἐπίσκεψιν μίαν. 12 υἱοὶ Καάθ· ᾿Αμβράμ, ᾿Ισαάρ,
Χεβρών, ᾿Οζιήλ, τέσσαρες. 13 υἱοὶ ᾿Αμβράμ,
᾿Ααρὼν καὶ Μωυσῆς. καὶ διεστάλη ᾿Ααρὼν τοῦ
ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ
ἕως αἰῶνος, τοῦ θυμιᾶν ἐναντίον τοῦ Κυρίου,
λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ
ἕως αἰῶνος. 14 καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ,
υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί. 15 υἱοὶ
Μωυσῆ· Γηρσὰμ καὶ ᾿Ελιέζερ. 16 υἱοὶ Γηρσάμ·
Σουβαὴλ ὁ ἄρχων. 17 καὶ ἦσαν υἱοὶ τῷ ᾿Ελιέζερ·
Ραβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ ᾿Ελιέζερ υἱοὶ
ἕτεροι. καὶ υἱοὶ Ραβιὰ ηὐξήθησαν εἰς ὕψος. 18
υἱοὶ ᾿Ισαάρ· Σαλωμὼθ ὁ ἄρχων. 19 υἱοὶ Χεβρών·
῾Ιεριὰ ὁ ἄρχων, ᾿Αμαδιὰ ὁ δεύτερος, ῾Ιεζιὴλ ὁ
τρίτος, ᾿Ιεκεμίας ὁ τέταρτος. 20 υἱοὶ ᾿Οζιήλ·
Μιχὰ ὁ ἄρχων καὶ ᾿Ισιὰ ὁ δεύτερος. 21 υἱοὶ
Μεραρί· Μοολὶ καὶ Μουσί. υἱοὶ Μοολί· ᾿Ελεάζαρ
καὶ Κίς. 22 καὶ ἀπέθανεν ᾿Ελεάζαρ, καὶ οὐκ ἦσαν
αὐτῷ υἱοί, ἀλλ᾿ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς
υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν. 23 υἱοὶ Μουσί· Μοολὶ καὶ
᾿Εδὲρ καὶ ᾿Ιαριμώθ, τρεῖς. 24 οὗτοι υἱοὶ Λευὶ
κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν
αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν
ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ
ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς
καὶ ἐπάνω. 25 ὅτι εἶπε Δαυίδ· κατέπαυσε Κύριος ὁ
Θεὸς ᾿Ισραὴλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν
῾Ιερουσαλὴμ ἕως αἰῶνος. 26 καὶ οἱ Λευῖται οὐκ
ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη
αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· 27 ὅτι ἐν τοῖς
λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν
Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· 28 ὅτι ἔστησεν
αὐτοὺς ἐπὶ χειρὶ ᾿Ααρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ
Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ
ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ
ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ 29 καὶ εἰς τοὺς
ἄρτους τῆς προθέσεως καὶ εἰς τὴν σεμίδαλιν τῆς
θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς
τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν
μέτρον 30 καὶ τοῦ στῆναι πρωΐ τοῦ αἰνεῖν καὶ
ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ οὕτω τὸ ἑσπέρας 31
καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ
Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις
καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν
κρίσιν ἐπ᾿ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ. 32 καὶ
φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ
τὴν φυλακὴν τοῦ ἁγίου καὶ τὰς φυλακὰς υἱῶν
᾿Ααρὼν ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ
Κυρίου.