Παραλειπομένων Α´ - I Chronicles
Παραλειπομένων Α´- Κεφάλαιο 6
ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 2 καὶ ταῦτα
τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. 3
υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ
᾿Οζιήλ. 4 υἱοὶ Μεραρί· Μοολὶ καὶ ῾Ομουσί. καὶ
αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. 5
τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ ᾿Ιὲθ υἱὸς αὐτοῦ,
Ζαμμὰ υἱὸς αὐτοῦ, 6 ᾿Ιωὰχ υἱὸς αὐτοῦ, ᾿Αδδὶ υἱὸς
αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, ᾿Ιεθρὶ υἱὸς αὐτοῦ. 7
υἱοὶ Καάθ· ᾿Αμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς
αὐτοῦ, ᾿Ασὴρ υἱὸς αὐτοῦ. 8 ῾Ελκανὰ υἱὸς αὐτοῦ,
᾿Αβισὰφ υἱὸς αὐτοῦ, 9 Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ
υἱὸς αὐτοῦ, ᾿Οζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ.
10 καὶ υἱοὶ ῾Ελκανά, ᾿Αμασὶ καὶ ᾿Αχιμώθ, 11
῾Ελκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ
υἱὸς αὐτοῦ, 12 ᾿Ελιὰβ υἱὸς αὐτοῦ, ῾Ιερεὰμ υἱὸς
αὐτοῦ, ῾Ελκανὰ υἱὸς αὐτοῦ. 13 υἱοὶ Σαμουήλ· ὁ
πρωτότοκος Σανὶ καὶ ᾿Αβιά. 14 υἱοὶ Μεραρί·
Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, ᾿Οζὰ
υἱὸς αὐτοῦ, 15 Σαμαὰ υἱὸς αὐτοῦ, ᾿Αγγία υἱὸς
αὐτοῦ, ᾿Ασαΐας υἱὸς αὐτοῦ. 16 καὶ οὗτοι, οὓς
κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ἆδόντων ἐν οἴκῳ
Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, 17 καὶ ἦσαν
λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου
ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον
Κυρίου ἐν ῾Ιερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν
κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. 18 καὶ
οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν
τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς ᾿Ιωήλ, υἱοῦ
Σαμουήλ, 19 υἱοῦ ῾Ελκανά, υἱοῦ ῾Ιερεβὰμ υἱοῦ
᾿Ελιὴλ υἱοῦ Θοοὺ 20 υἱοῦ Σοὺφ υἱοῦ ῾Ελκανὰ υἱοῦ
Μαὰθ υἱοῦ ᾿Αμαθὶ 21 υἱοῦ ῾Ελκανὰ υἱοῦ ᾿Ιωὴλ υἱοῦ
᾿Αζαρία υἱοῦ Σαφανία 22 υἱοῦ Θαὰθ υἱοῦ ᾿Ασὴρ
υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορὲ 23 υἱοῦ ᾿Ισάαρ υἱοῦ Καὰθ
υἱοῦ Λευὶ υἱοῦ ᾿Ισραήλ. 24 καὶ ὁ ἀδελφὸς αὐτοῦ
᾿Ασὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· ᾿Ασὰφ υἱὸς
Βαραχία υἱοῦ Σαμαὰ 25 υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία
υἱοῦ Μελχία 26 υἱοῦ ᾿Αθανὶ υἱοῦ Ζαραΐ υἱοῦ ᾿Αδαΐ
27 υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ 28 υἱοῦ
᾿Ιεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί. 29 καὶ υἱοὶ Μεραρὶ
οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ
υἱοῦ ᾿Αβαΐ υἱοῦ Μαλὼχ 30 υἱοῦ ᾿Ασεβὶ υἱοῦ
᾿Αμεσία υἱοῦ Χελκίου 31 υἱοῦ ᾿Αμασαΐ υἱοῦ Βανὶ
υἱοῦ Σεμὴρ 32 υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ
υἱοῦ Λευί. 33 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους
πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν
ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. 34
καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ
θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ
θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν
ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ ᾿Ισραὴλ
κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ.
35 καὶ οὗτοι υἱοὶ ᾿Ααρών· ᾿Ελεάζαρ υἱὸς αὐτοῦ,
Φινεὲς υἱὸς αὐτοῦ, ᾿Αβισοὺ υἱὸς αὐτοῦ, 36 Βωκαὶ
υἱὸς αὐτοῦ, ᾿Οζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ,
37 Μαριὴλ υἱὸς αὐτοῦ, ᾿Αμαρία υἱὸς αὐτοῦ,
᾿Αχιτὼβ υἱὸς αὐτοῦ, 38 Σαδὼκ υἱὸς αὐτοῦ,
᾿Αχιμάας υἱὸς αὐτοῦ. 39 καὶ αὗται αἱ κατοικίαι
αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις
αὐτῶν· τοῖς υἱοῖς ᾿Ααρὼν τῇ πατριᾷ τοῦ Κααθὶ ὅτι
αὐτοῖς ἐγένετο ὁ κλῆρος 40 καὶ ἔδωκαν αὐτοῖς τὴν
Χεβρὼν ἐν γῇ ᾿Ιούδα καὶ τὰ περισπόρια αὐτῆς
κύκλῳ αὐτῆς· 41 καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς
κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ ᾿Ιεφοννή. 42 καὶ
τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκαν τὰς πόλεις τῶν
φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ
περισπόρια αὐτῆς καὶ τὴν ᾿Εσθαμὼ καὶ τὰ
περισπόρια αὐτῆς 43 καὶ τὴν ᾿Ιεθθὰρ καὶ τὰ
περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια
αὐτῆς 44 καὶ τὴν ᾿Ασὰν καὶ τὰ περισπόρια αὐτῆς
καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς. 45 καὶ
ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια
αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς
καὶ τὴν ᾿Αναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι
αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς
αὐτῶν. 46 καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις
ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς
Μανασσῆ κλήρῳ πόλεις δέκα. 47 καὶ τοῖς υἱοῖς
Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ᾿Ισσάχαρ, ἐκ
φυλῆς ᾿Ασήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ
ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. 48 καὶ τοῖς
υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν,
ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις
δεκαδύο. 49 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς
Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 50
καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν ᾿Ιούδα καὶ ἐκ
φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς
πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος.
51 καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο
πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς ᾿Εφραίμ. 52 καὶ
ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν
Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει ᾿Εφραὶμ
καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς 53 καὶ τὴν
᾿Ιεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν
Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς 54 καὶ τὴν
᾿Εγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν
καὶ τὰ περισπόρια αὐτῆς 55 καὶ ἀπὸ τοῦ ἡμίσους
φυλῆς Μανασσῆ τὴν ᾿Ανὰρ καὶ τὰ περισπόρια αὐτῆς
καὶ τὴν ᾿Ιεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ
πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. 56
τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς
Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια
αὐτῆς καὶ τὴν ᾿Ασηρὼθ καὶ τὰ περισπόρια αὐτῆς·
57 καὶ ἐκ φυλῆς ᾿Ισσάχαρ τὴν Κέδες καὶ τὰ
περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ
περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια
αὐτῆς 58 καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ
περισπόρια αὐτῆς· 59 καὶ ἐκ φυλῆς ᾿Ασὴρ τὴν
Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αβδὼν
καὶ τὰ περισπόρια αὐτῆς 60 καὶ τὴν ᾿Ακὰκ καὶ τὰ
περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια
αὐτῆς· 61 καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ
Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ
καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ
περισπόρια αὐτῆς. 62 τοῖς υἱοῖς Μεραρὶ τοῖς
καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ
περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ
περισπόρια αὐτῆς, 63 ἐκ τοῦ πέραν τοῦ ᾿Ιορδάνου
τὴν ῾Ιεριχὼ κατὰ δυσμὰς τοῦ ᾿Ιορδάνου· ἐκ φυλῆς
Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια
αὐτῆς καὶ τὴν ᾿Ιασὰ καὶ τὰ περισπόρια αὐτῆς 64
καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν
Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς 65 καὶ ἐκ φυλῆς
Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς
καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς 66 καὶ
τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν
᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.