ΚΑΙ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν ᾿Οζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ ᾿Αμασίου. 2 αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ ᾿Ιούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. 3 υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν ᾿Οζίας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιεχελία ἀπὸ ῾Ιερουσαλήμ. 4 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμασίας ὁ πατὴρ αὐτοῦ. 5 καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. 6 καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασε τὰ τείχη Γὲθ καὶ τὰ τείχη ᾿Ιαβνὴ καὶ τὰ τείχη ᾿Αζώτου καὶ ᾠκοδόμησε πόλεις ᾿Αζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις. 7 καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς ῎Αραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους. 8 καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ ᾿Οζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω. 9 καὶ ᾠκοδόμησεν ᾿Οζίας πύργους ἐν ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσε. 10 καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. 11 καὶ ἐγένετο τῷ ᾿Οζίᾳ δύναμις ποιοῦσα πόλεμον καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἰσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς ᾿Ιεϊὴλ τοῦ γραμματέως καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς ᾿Ανανίου τοῦ διαδόχου τοῦ βασιλέως. 12 πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι, 13 καὶ μετ αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καί πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους. 14 καὶ ἡτοίμασεν αὐτοῖς ᾿Οζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους. 15 καὶ ἐποίησεν ἐν ῾Ιερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι, ἕως οὗ κατίσχυσε.
16 Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. 17 καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ ᾿Αζαρίας ὁ ἱερεὺς καὶ μετ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ 18 καὶ ἔστησαν ἐπὶ ᾿Οζίαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ· οὐ σοί, ᾿Οζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ ἢ τοῖς ἱερεῦσιν υἱοῖς ᾿Ααρὼν τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ. 19 καὶ ἐθυμώθη ᾿Οζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. 20 καὶ ἐπέστρεψε πρὸς αὐτὸν ᾿Αζαρίας ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος. 21 καὶ ᾿Οζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀφφουσὼθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ ᾿Ιωάθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς. 22 καὶ οἱ λοιποὶ λόγοι ᾿Οζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ ᾿Ιεσσίου τοῦ προφήτου. 23 καὶ ἐκοιμήθη ᾿Οζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι. καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.