ΩΝ δεκαδύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντηκονταπέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 2 καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, οὓς ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ. 3 καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, ἃ κατέσπασεν ᾿Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησε στήλας τοῖς Βααλὶμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. 4 καὶ ᾠκοδόμησε θυσιαστήρια ἐν οἴκῳ Κυρίου, οὗ εἶπε Κύριος· ἐν ῾Ιερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. 5 καὶ ᾠκοδόμησε θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. 6 καὶ αὐτὸς διήγαγε τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γεβενεννὸμ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπᾳοιδούς· καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν. 7 καὶ ἔθηκε τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ Θεοῦ, οὗ εἶπε Θεὸς πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν υἱὸν αὐτοῦ· ἐν τῷ οἴκῳ τούτῳ καὶ ῾Ιερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν ᾿Ισραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα· 8 καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα ᾿Ισραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα, ἃ ἐνετειλάμην αὐτοῖς, κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωϋσῆ. 9 καὶ ἐπλάνησε Μανασσῆς τὸν ᾿Ιούδαν καὶ τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη, ἃ ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 10 καὶ ἐλάλησε Κύριος ἐπὶ Μανασσῆ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν. 11 καὶ ἤγαγε Κύριος ἐπ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως ᾿Ασσούρ, καὶ κατέλαβον τὸν Μανασσῆ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα. 12 καὶ ὡς ἐθλίβη, ἐζήτησε τὸ πρόσωπον Θεοῦ τοῦ Κυρίου αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Θεοῦ πατέρων αὐτοῦ. 13 καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσε τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς ῾Ιερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστι Θεός. 14 καὶ μετὰ ταῦτα ᾠκοδόμησε τεῖχος ἔξω τῆς πόλεως Δαυὶδ ἀπὸ λιβὸς κατὰ Γιὼν ἐν τῷ χειμάρρῳ καὶ κατὰ τὴν εἴσοδον τὴν διὰ τῆς πύλης τῆς ἰχθυϊκῆς ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς ᾿Οφλὰ καὶ ὕψωσε σφόδρα. καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσι ταῖς τειχήρεσιν ἐν ᾿Ιούδᾳ 15 καὶ περιεῖλε τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν ῾Ιερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως. 16 καὶ κατώρθωσε τὸ θυσιαστήριον Κυρίου καὶ ἐθυσίασεν ἐπ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπε τῷ ᾿Ιούδᾳ τοῦ δουλεύειν Κυρίῳ Θεῷ ᾿Ισραήλ· 17 πλὴν ἔτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζε, πλὴν Κύριος ὁ Θεὸς αὐτῶν. 18 καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν Θεὸν καὶ λόγοι τῶν ὁρώντων τῶν λαλούντων πρὸς αὐτὸν ἐπ ὀνόματι Θεοῦ ᾿Ισραὴλ 19 ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, ὡς καὶ ἐπήκουσεν αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι, ἐφ οἷς ᾠκοδόμησεν ἐν αὐτοῖς τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτά, πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων. 20 καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ ᾿Αμὼν υἱὸς αὐτοῦ.
21 ῍Ων ἐτῶν εἴκοσι καὶ δύο ᾿Αμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 22 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ, καὶ πᾶσι τοῖς εἰδώλοις, οἷς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ, ἔθυεν ᾿Αμὼν καὶ ἐδούλευσεν αὐτοῖς. 23 καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου, ὡς ἐταπεινώθη Μανασσῆς ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς αὐτοῦ ᾿Αμὼν ἐπλήθυνε πλημμέλειαν. 24 καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ. 25 καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα ᾿Αμών, καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωσίαν υἱὸν αὐτοῦ ἀντ αὐτοῦ.