Ψαλμοί - Psalms
Ψαλμὸς 45
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορέ, ὑπὲρ τῶν κρυφίων ψαλμός.
2 Ο ΘΕΟΣ ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
3 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. (διάψαλμα).
5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.
6 ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ πρωΐ.
7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
8 Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ. (διάψαλμα).
9 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
11 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
12 Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ.