Τῼ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾿ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. 2 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον. 3 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. 4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. 5 τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. 6 ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
7 Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾿ ἡλίου; 8 ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς· 9 ἀπ᾿ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. 10 καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη ᾿Αδάμ. 11 ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν. 12 ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾿ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. 13 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. 14 ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός. 15 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ῾Υψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός.
16 Κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· 17 ἐν εὐλογίᾳ Κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. 18 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν. 19 ἀκούσατέ μου, μεγιστάνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε· 20 υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. 21 ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. 22 κρείσσων γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. 23 ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. 24 ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
ΠΕΡΙ ΔΟΥΛΩΝ. 25 Χορτάσματα καὶ ράβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ. 26 ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. 27 ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. 28 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν. ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. 29 εἰς ἔργα κατάστησον, καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. 30 καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. 31 εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. 32 εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ. 33 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;