ΕΛΕΗΣΟΝ ἡμᾶς, δέσποτα ὁ Θεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη· 2 ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. 3 ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· 4 καὶ ἐπιγνώτωσάν σε, καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν σοῦ, Κύριε. 5 ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· 6 ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. 7 σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου. 8 ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. 9 σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν. 10 συνάγαγε πάσας φυλὰς ᾿Ιακώβ, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ᾿ ἀρχῆς. 11 ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπ᾿ ὀνόματί σου καὶ ᾿Ισραήλ, ὃν πρωτογόνῳ ὡμοίωσας. 12 οἰκτείρησον πόλιν ἁγιάσματός σου ῾Ιερουσαλήμ, πόλιν καταπαύματός σου. 13 πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. 14 δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσματί σου καὶ ἔγειρον προφητείας τὰς ἐπ᾿ ὀνόματί σου· 15 δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. 16 εἰσάκουσον, Κύριε, δεήσεως ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν ᾿Ααρὼν περὶ τοῦ λαοῦ σου, 17 καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων.
18 Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον. 19 φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. 20 καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. 21 πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων. 22 κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· 23 εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾿ υἱοὺς ἀνθρώπων. 24 ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ᾿ αὐτὸν καὶ στύλον ἀναπαύσεως. 25 οὗ οὐκ ἔστι φραγμός, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος. 26 τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; 27 οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.