ΒΙΒΛΟΣ λόγων Τωβίτ, τοῦ Τωβιήλ, τοῦ ᾿Ανανιήλ, τοῦ ᾿Αδουήλ, τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος ᾿Ασιήλ, ἐκ τῆς φυλῆς Νεφθαλίμ, 2 ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις ᾿Ενεμεσσάρου τοῦ βασιλέως ᾿Ασσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδίως τῆς Νεφθαλὶ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω ᾿Ασήρ. ἐγὼ Τωβὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου 3 καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει, τοῖς προπορευθεῖσι μετ᾿ ἐμοῦ εἰς χώραν ᾿Ασσυρίων εἰς Νινευῆ. 4 καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ ᾿Ισραὴλ νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου ῾Ιερουσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν ᾿Ισραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ῾Υψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 5 καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου. 6 κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς ῾Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ ᾿Ισραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γεννημάτων καὶ τὰς πρωτοκουρίας ἔχων· 7 καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσι τοῖς υἱοῖς ᾿Ααρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γεννημάτων. τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν εἰς ῾Ιερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν ῾Ιεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν. 8 καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου. 9 καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον ῎Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν. 10 καὶ ὅτε ᾐχμαλωτίσθημεν εἰς Νινευῆ, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν· 11 ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν, 12 καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου. 13 καὶ ἔδωκεν ὁ ῞Υψιστος χάριν καὶ μορφὴν ἐνώπιον ᾿Ενεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής· 14 καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ράγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.
15 Καὶ ὅτε ἀπέθανεν ᾿Ενεμεσσάρ, ἐβασίλευσε Σενναχηρὶμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάθησαν, καὶ οὐκ ἔτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν. 16 καὶ ἐν ταῖς ἡμέραις ᾿Ενεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου· 17 τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευῆ, ἔθαπτον αὐτόν. 18 καὶ εἴ τινα ἀπέκτεινε Σενναχηρὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς ᾿Ιουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη. 19 πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευῆ, ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα. 20 καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν ῎Αννας τῆς γυναικός μου καὶ Τωβίου τοῦ υἱοῦ μου. 21 καὶ οὐ διῆλθον ἡμέρας πεντήκοντα, ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη ᾿Αραράθ, καὶ ἐβασίλευσε Σαχερδονὸς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ ἔταξεν ᾿Αχιάχαρον τὸν ᾿Αναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τήν διοίκησιν. 22 καὶ ἠξίωσεν ᾿Αχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευῆ. ᾿Αχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονὸς ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.