ΚΑΙ ἐκάλεσε Τωβὶτ Τωβίαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ· ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ. 2 καὶ εἶπε· πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ, ὧν ἐνήνοχα, 3 ὅτι με ἀγήοχέ σοι ὑγιῆ καὶ τὴν γυναῖκα μου ἐθεράπευσε καὶ τὸ ἀργύριόν μου ἤνεγκε καὶ σὲ ὁμοίως ἐθεράπευσε. 4 καὶ εἶπεν ὁ πρεσβύτης· δικαιοῦται αὐτῷ. 5 καὶ ἐκάλεσε τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ· λάβε τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε, καὶ ὕπαγε ὑγιαίνων. 6 τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς· εὐλογεῖτε τὸν Θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε καὶ μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων, περὶ ὧν ἐποίησε μεθ᾿ ὑμῶν. ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. 7 μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. 8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας. καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον· 9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ρύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς, 10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσι τῆς ἑαυτῶν ζωῆς. 11 οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν πᾶν ρῆμα· εἴρηκα δὴ μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. 12 καὶ νῦν ὅτι προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήγμην σοι. 13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. 14 καὶ νῦν ἀπέστειλέ με ὁ Θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν. 15 ἐγώ εἰμι Ραφαήλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων, καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. 16 καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. 17 καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ Θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα, 18 ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ Θεοῦ ἡμῶν ἦλθον, ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. 19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. 20 καὶ νῦν ἐξομολογεῖσθε τῷ Θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. 21 καὶ ἀνέστησαν, καὶ οὐκ ἔτι εἶδον αὐτόν. 22 καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος Κυρίου.