Ἰησοῦς τοῦ Ναυὴ - Joshua
Ἰησοῦς τοῦ Ναυὴ - Κεφάλαιο 7
ΚΑΙ ἐπλημμέλησαν οἱ υἱοὶ ᾿Ισραὴλ πλημμέλειαν
μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ
ἔλαβεν ῎Αχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ
τῆς φυλῆς ᾿Ιούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη
Κύριος ὀργῇ τοῖς υἱοῖς ᾿Ισραήλ. 2 καὶ ἀπέστειλεν
᾿Ιησοῦς ἄνδρας εἰς Γαί, ἣ ἐστι κατὰ Βαιθήλ,
λέγων· κατασκέψασθε τὴν Γαί· 3 καὶ ἀνέβησαν οἱ
ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί. καὶ ἀνέστρεψαν
πρὸς ᾿Ιησοῦν καὶ εἶπαν πρὸς αὐτόν· μὴ ἀναβήτω
πᾶς ὁ λαός, ἀλλ ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι
ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν
πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα, ὀλίγοι
γάρ εἰσι. 4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες
καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαί. 5 καὶ
ἀπέκτειναν ἀπ αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ
ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ
συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ
ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ
ὕδωρ. 6 καὶ διέρρηξεν ᾿Ιησοῦς τὰ ἱμάτια αὐτοῦ,
καὶ ἔπεσεν ᾿Ιησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον
ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ
πρεσβύτεροι ᾿Ισραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς
κεφαλὰς αὐτῶν. 7 καὶ εἶπεν ᾿Ιησοῦς· δέομαι
Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν
τοῦτον τὸν ᾿Ιορδάνην παραδοῦναι αὐτὸν τῷ
᾿Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ
κατῳκίσθημεν παρὰ τὸν ᾿Ιορδάνην. 8 καὶ τί ἐρῶ,
ἐπεὶ μετέβαλεν ᾿Ισραὴλ αὐχένα ἀπέναντι τοῦ
ἐχθροῦ αὐτοῦ; 9 καὶ ἀκούσας ὁ Χαναναῖος καὶ
πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν
ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί
ποιήσεις τὸ ὄνομά σου τὸ μέγα; 10 καὶ εἶπε
Κύριος πρὸς ᾿Ιησοῦν· ἀνάστηθι, ἱνατί τοῦτο σὺ
πέπτωκας ἐπὶ πρόσωπόν σου; 11 ἡμάρτηκεν ὁ λαὸς
καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς
αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος
ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν. 12 καὶ οὐ μὴ
δύνωνται οἱ υἱοὶ ᾿Ισραὴλ ὑποστῆναι κατὰ πρόσωπον
τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι
τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ
προσθήσω ἔτι εἶναι μεθ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ
ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. 13 ἀναστὰς ἁγίασον τὸν
λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον· τάδε λέγει
Κύριος ὁ Θεὸς ᾿Ισραήλ· τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν,
οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν
ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
14 καὶ συναχθήσεσθε πάντες τὸ πρωΐ κατὰ φυλάς,
καὶ ἔσται ἡ φυλή, ἣν ἂν δείξῃ Κύριος, προσάξετε
κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ Κύριος,
προσάξετε κατ οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ
Κύριος, προσάξετε κατ ἄνδρα· 15 καὶ ὃς ἂν
ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα
ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην Κυρίου καὶ
ἐποίησεν ἀνόμημα ἐν ᾿Ισραήλ. 16 καὶ ὤρθρισεν
᾿Ιησοῦς καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς, καὶ
ἐνεδείχθη ἡ φυλὴ ᾿Ιούδα· 17 καὶ προσήχθη κατὰ
δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ· 18 καὶ
προσήχθη κατ ἄνδρα, καὶ ἐνεδείχθη ῎Αχαρ υἱὸς
Ζαμβρὶ υἱοῦ Ζαρά. 19 καὶ εἶπεν ᾿Ιησοῦς τῷ ῎Αχαρ·
δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ ᾿Ισραὴλ καὶ δὸς
τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας
καὶ μὴ κρύψῃς ἀπ ἐμοῦ. 20 καὶ ἀπεκρίθη ῎Αχαρ τῷ
᾿Ιησοῖ καὶ εἶπεν· ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου
τοῦ Θεοῦ ᾿Ισραήλ· οὕτως καὶ οὕτως ἐποίησα· 21
εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ
διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν
χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν
ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ
μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν. 22
καὶ ἀπέστειλεν ᾿Ιησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς
τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν
κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον
ὑποκάτω αὐτῶν. 23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς
σκηνῆς καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν καὶ τοὺς
πρεσβυτέρους ᾿Ισραήλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι
Κυρίου. 24 καὶ ἔλαβεν ᾿Ιησοῦς τὸν ῎Αχαρ υἱὸν
Ζαρὰ καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα ᾿Αχὼρ καὶ
τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ
τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ
πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ
πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ
αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς ᾿Εμεκαχώρ. 25 καὶ
εἶπεν ᾿Ιησοῦς τῷ ῎Αχαρ· τί ὠλόθρευσας ἡμᾶς;
ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον. καὶ
ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ᾿Ισραήλ. 26 καὶ
ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν. καὶ ἐπαύσατο
Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς· διὰ τοῦτο ἐπωνόμασεν
αὐτὸ ᾿Εμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.