Ἰησοῦς τοῦ Ναυὴ - Joshua

Ἰησοῦς τοῦ Ναυὴ - Κεφάλαιο 8

ΚΑΙ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς μηδὲ δειλιάσῃς, λάβε μετὰ σοῦ πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαί· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ. 2 καὶ ποιήσεις τὴν Γαὶ ὃν τρόπον ἐποίησας τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω. 3 καὶ ἀνέστη ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπέλεξε δὲ ᾿Ιησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύϊ καὶ ἀπέστειλεν αὐτοὺς νυκτός. 4 καὶ ἐνετείλατο αὐτοῖς λέγων· ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι. 5 καὶ ἐγὼ καὶ πάντες οἱ μετ’ ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν, καθάπερ καὶ πρῴην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν. 6 καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως, καὶ ἐροῦσι· φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν, ὃν τρόπον καὶ ἔμπροσθεν. 7 ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν. 8 κατὰ τὸ ρῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν. 9 καὶ ἀπέστειλεν αὐτοὺς ᾿Ιησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Γαί, ἀπὸ θαλάσσης τῆς Γαί. 10 καὶ ὀρθρίσας ᾿Ιησοῦς τὸ πρωΐ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαί. 11 καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξεναντίας τῆς πόλεως ἀπὸ ἀνατολῶν, 12 καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης. 14 καὶ ἐγένετο ὡς εἶδε βασιλεὺς Γαί, ἔσπευσε καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ’ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ. καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως. 15 καὶ εἶδε καὶ ἀνεχώρησεν ᾿Ιησοῦς καὶ ᾿Ισραὴλ ἀπὸ προσώπου αὐτῶν. 16 καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραὴλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως· 17 οὐ κατελείφθη οὐδεὶς ἐν τῇ Γαί, ὃς οὐ κατεδίωξεν ὀπίσω ᾿Ισραήλ· καὶ κατέλιπον τὴν πόλιν ἠνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω ᾿Ισραήλ. 18 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαισῷ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν, καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν ᾿Ιησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαισόν, ἐπὶ τὴν πόλιν, 19 καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν, ὅτε ἐξέτεινε τὴν χεῖρα, καὶ εἰσήλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί. 20 καὶ περιβλέψαντες οἱ κάτοικοι Γαὶ εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκ ἔτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε. 21 καὶ ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαί. 22 καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. 23 καὶ τὸν βασιλέα τῆς Γαὶ συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς ᾿Ιησοῦν. 24 καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ ᾿Ισραὴλ ἀποκτείνοντες πάντας τοὺς ἐν τῇ Γαί, τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ’ αὐτῆς εἰς τέλος, καὶ ἐπέστρεψεν ᾿Ιησοῦς εἰς Γαὶ καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ρομφαίας. 25 καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαί, 27 πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἃ ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ κατὰ πρόσταγμα Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ ᾿Ιησοῖ. 28 καὶ ἐνεπύρισεν ᾿Ιησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης. 29 καὶ τὸν βασιλέα τῆς Γαὶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν ᾿Ιησοῦς καὶ καθείλοσαν τὸ σῶμα αὐτοῦ ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸ εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων, ἕως τῆς ἡμέρας ταύτης.