Κριταὶ - Judges
Κτριταὶ - Κεφάλαιο 19
ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν
βασιλεὺς ἐν ᾿Ισραήλ· καὶ ἐγένετο ἀνὴρ Λευίτης
παροικῶν ἐν μηροῖς ὄρους ᾿Εφραὶμ καὶ ἔλαβεν αὐτῷ
γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ ᾿Ιούδα. 2 καὶ
ἐπορεύθη ἀπ᾿ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθε
παρ᾿ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ
᾿Ιούδα καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων. 3 καὶ
ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ
λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν
αὐτῷ, καὶ νεανίας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ζεῦγος
ὄνων· ἡ δὲ εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς
αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ
ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ. 4 καὶ κατέσχεν
αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ
ἐκάθισε μετ᾿ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον
καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ. 5 καὶ ἐγένετο τῇ
ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωΐ καὶ ἀνέστη
τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος
πρὸς τὸν νυμφίον αὐτοῦ· στήρισον τὴν καρδίαν σου
ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε. 6 καὶ
ἐκάθισαν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ
ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν
ἄνδρα· ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ
καρδία σου. 7 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι
αὐτός· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ
ἐκάθισε καὶ ηὐλίσθη ἐκεῖ. 8 καὶ ὤρθρισε τὸ πρωΐ
τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ
πατὴρ τῆς νεάνιδος· στήρισον δὴ τὴν καρδίαν σου
καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον
οἱ δύο. 9 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι,
αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ·
καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς
νεάνιδος· ἰδοὺ δὴ ἠσθένησενἡμέρα εἰς τὴν
ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ
καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν
καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου. 10 καὶ οὐκ
εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ
ἀπῆλθε καὶ ἦλθεν ἕως ἀπέναντι ᾿Ιεβοὺς (αὕτη
ἐστὶν ῾Ιερουσαλήμ), καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὄνων
ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ.
11 καὶ ἤλθοσαν ἕως ᾿Ιεβούς, καὶ ἡ ἡμέρα
προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν
κύριον αὐτοῦ· δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν
τοῦ ᾿Ιεβουσὶ ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ. 12
καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ· οὐκ
ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν
ἀπὸ υἱῶν ᾿Ισραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως
Γαβαά. 13 καὶ εἶπε τῷ νεανίᾳ αὐτοῦ· δεῦρο καὶ
ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν
Γαβαὰ ἢ ἐν Ραμά. 14 καὶ παρῆλθον καὶ
ἐπορεύθησαν, καὶ ἔδυ αὐτοῖς ὁ ἥλιος ἐχόμενα τῆς
Γαβαά, ἥ ἐστι τῷ Βενιαμίν. 15 καὶ ἐξέκλιναν ἐκεῖ
τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαά· καὶ εἰσῆλθον
καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ
ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι. 16
καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ
ἀγροῦ ἐν ἑσπέρᾳ· καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους ᾿Εφραίμ,
καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ
τόπου υἱοὶ Βενιαμίν. 17 καὶ ᾖρε τοὺς ὀφθαλμοὺς
αὐτοῦ καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ
τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· ποῦ
πορεύῃ καὶ πόθεν ἔρχῃ; 18 καὶ εἶπεν πρὸς αὐτόν·
παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ ᾿Ιούδα ἕως
μηρῶν ὄρους ᾿Εφραίμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ
ἐπορεύθην ἕως Βηθλεὲμ ᾿Ιούδα, καὶ εἰς τὸν οἶκόν
μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με
εἰς τὴν οἰκίαν· 19 καί γε ἄχυρα καὶ χορτάσματά
ἐστι τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνός ἐστιν
ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν
παίδων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
20 καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης· εἰρήνη σοι, πλὴν
πᾶν τὸ ὑστέρημά σου ἐπ᾿ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ
οὐ μὴ αὐλισθήσῃ. 21 καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν
οἶκον αὐτοῦ καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ
αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ
ἔπιον. 22 αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ
ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν
τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν. καὶ εἶπον
πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν
πρεσβύτην λέγοντες· ἐξένεγκε τὸν ἄνδρα, ὃς
εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
23 καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ
οἴκου καὶ εἶπε· μὴ ἀδελφοί, μὴ κακοποιήσητε δὴ
μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν
οἰκίαν μου, μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην· 24
ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ
αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ
ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ
τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ρῆμα τῆς ἀφροσύνης
ταύτης. 25 καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ
εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς
παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς
ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ
ὄλην τὴν νύκτα ἕως τὸ πρωΐ· καὶ ἐξαπέστειλαν
αὐτήν, ὡς ἀνέβη τὸ πρωΐ. 26 καὶ ἦλθεν ἡ γυνὴ
πρὸς τὸν ὄρθρον καὶ ἔπεσε παρὰ τὴν θύραν τοῦ
οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως οὗ διέφαυσε.
27 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωΐ καὶ ἤνοιξε
τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθε τοῦ πορευθῆναι
τὴν ὁδὸν αὐτοῦ, καί ἰδοὺ ἡ γυνὴ αὐτοῦ ἡ παλλακὴ
πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ
χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. 28 καὶεἶπε πρὸς
αὐτήν· ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη,
ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ
ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. 29 καὶ ἔλαβε τὴν
ρομφαίαν καὶ ἐκράτησε τὴν παλλακὴν αὐτοῦ καὶ
ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν
αὐτὰ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ. 30 καὶ ἐγένετο πᾶς ὁ
βλέπων ἔλεγεν· οὐκ ἐγένετο καὶ οὐχ ἑώραται ἀπὸ
ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου
ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοῖς βουλὴν
ἐπ᾿ αὐτὴν καὶ λαλήσατε.